Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. τελεῖται δὲ ἐν μὲν Πελλήνῃ τῆς Ἀχαΐας ἀγὼν ὁ καλούμενος Θεοξένια· τινὲς δὲ, καὶ τὰ Ἕρμαια· τὸ δὲ ἆθλόν ἐστι χλαῖνα. ἐν δ᾿ Αἰγίνῃ τὰ Αἰάκεια· οἱ δὲ Οἰνώναια· ἀμφορίτης ἀγὼν, οὗ Καλλίμαχος μέμνηται ἐν τοῖς ἰάμβοις (fr. 80).

[*]()ἐν Μεγάροισι: τὰ Διόκλεια· καὶ Πύθια· καὶ Νέμεα.

[*]()λιθίνα: στήλη ἥτις οὐχ ἕτερον λόγον ἔχει ἐγκεκολαμμένον ἢ ὅτι νενίκηκε Διαγόρας. ἴσως γὰρ τοιοῦτον ἦν τὸ ἔθος αὐτῶν, τῶν Μεγαρέων, τὸ γράφειν ἐν στήλαις τὰ τῶν νικώντων ὀνόματα.

1.233

a. ψᾶφος ἔχει λόγον: κατὰ τὰ Μέγαρα ἔθος [*]() ἐστὶ τῶν νικηφόρων τὰ ὀνόματα λίθοις ἐγκολάπτεσθαι. φησὶν οὖν ὅτι καὶ ἐν τοῖς Μεγάροις ἡ λιθίνη ψῆφος οὐχ ἑτέρου τινὸς οὕτως ἐγκεκολαμμένον φέρει τὸ ὄνομα ὡς τὸ τοῦ Διαγόρα.

b. τὸ σημεῖον ὅτι ψῆφον λιθίνην λέγει [*]() τὴν στήλην διὰ τὸ περιέχειν τὰ ψηφίσματα.