Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. δασσάμενοι πατρῴαν ἄστεων μοῖραν: χωρὶς καὶ ἰδίᾳ ἕκαστος διαδασάμενοι καὶ διαμερισάμενοι.

d. ὁ δὲ νοῦς· τούτων δὲ ἕκαστος κεχωρισμένως καὶ κατ᾿ ἰδίαν ἔχει πόλιν ὁμώνυμον· τὴν γὰρ πατρῴαν, αὐτὴν τὴν νῆσον, εἰς τρεῖς νειμάμενοι διεμερίσαντο, καὶ οὕτως ἐπωνόμασαν τὰς ἕδρας καὶ τὰς πόλεις· ὁμώνυμοι γάρ εἰσιν.

[*]()a. κέκληνται δέ σφιν ἕδραι: αἱ ἕδραι, αἱ πόλεις αἱ τρεῖς, ἀπ᾿ αὐτῶν ὠνομάσθησαν. Ὅμηρος (Β 656)·

Λίνδον Ἰηλυσόν τε καὶ ἀργιόεντα Κάμιρον.

[*]()b. κέκληνται δέ σφιν ἕδραι: ἐπωνομάσθησαν [*]() δὲ αὐτῶν αἱ ἕδραι, τουτέστιν αἱ πόλεις· | ἕδρας γὰρ νῦν ταύτας ὀνομάζει.

c. τοῖς Ἡλίου υἱωνοῖς.

[*]()a. τόθι λύτρον συμφορᾶς: τῆς κατὰ τὴν

1.229
φυγὴν συμφορᾶς γλυκὺ λύτρον ἵσταται. τουτέστι γλυκερὰ νόσος ἵσταται.

b. ἄλλως· λυτήριον τῆς φυγῆς τῆς διὰ Λικύμνιον.

c. τόθι: ἔνθα καὶ τῷ Τληπολέμῳ, τῷ τῶν Ἀργείων [*]() ἡγεμόνι, τῆς οἰκτρᾶς συμφορᾶς λυτήριον γλυκὺ ἵσταται. ἵσταται δὲ αὐτῷ τὸ λυτήριον ὡς τοῖς θεοῖς· θυσίαι γὰρ αὐτῷ διάφοροι γίνονται καὶ ἀγῶνες τελοῦνται.

d. λυτήριον δὲ τῆς συμφορᾶς τὴν μετοίκησίν φησι καὶ τὴν αὐτόθι τοῦ βίου διατριβήν.