Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()ἐκέλευσε δ᾿ αὐτίκα: Ἀρίσταρχος· ἐκέλευσε δ᾿ ὁ Ἥλιος παραχρῆμα τὴν μὲν Λάχεσιν ἐπιχειροτονῆσαι τῷ λόγῳ, τοὺς δὲ θεοὺς ὀμόσαι μηδένα παρερεῖν μηδὲ παραπείσειν τὸν Δία περὶ τῆς μελλούσης χώρας φαίνεσθαι ὑπ᾿ αὐτοῦ.

[*]()a. Λάχεσιν: πιθανῶς τὴν Λάχεσιν παρέλαβεν, ἐπεὶ περὶ κλήρου ὁ λόγος.[*]()

[*]()b. χρυσάμπυκα Λάχεσιν: ἄμπυξ μὲν κυρίως κόσμος ἐπιτιθέμενος ταῖς τῶν γυναικῶν κεφαλαῖς· οὗ καὶ Ὅμηρος μνημονεύει (Χ 469)·

[*]() ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην.
νῦν δὲ καταχρηστικῶς τὴν τιμίαν ἀκουστέον.

c. Λάχεσις δὲ μία τῶν Μοιρῶν καλεῖται· τριῶν δὲ οὐσῶν τῶν πασῶν [*]() Ἡσίοδος μνημονεύει (th. 218)· | Κλωθώ τε Λάχεσίς τε καὶ

1.225
Ἄτροπος. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν πεποιημένα· καὶ ἡ μὲν Κλωθὼ παρὰ τὸ συγκλώθειν τὰ ἀνθρώπινα, ἡ δὲ Λάχεσις παρὰ τὴν κλήρωσιν τὴν ποιὰν, ἣν ἕκαστος γεγονὼς κεκλήρωται· ἡ δὲ τρίτη Ἄτροπος παρὰ τὸ ἀμετάτρεπτον τῆς μοιριδίου ἀνάγκης.[*]()

a. χεῖρας ἀντεῖναι: ἀντὶ τοῦ χειροτονηθῆναι [*]() ποιῆσαι, κατὰ μετωνυμίαν.

b. θεῶν δ᾿ ὅρκον μέγαν: θεῶν ὅρκον τὴν Στύγα. [*]() ταύτην γὰρ καὶ Ὅμηρος καὶ Ἡσίοδος (th. 400) οἶδε, δι᾿ ὧν φησι (Ο 37)·

καὶ τὸ κατειβόμενον Ετυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος.

a. μὴ παρφάμεν: μὴ παραλογίσασθαι, τουτέστιν. [*]() ἐπικυρῶσαι τὸν τῶν θεῶν ὅρκον. τοῦτο δὲ ὡς ὀμωμοκότων αὐτῶν φυλάξειν τὴν κρυπτομένην ἐν τῇ θαλάσσῃ νῆσον.