Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἢ μνησθέντι τῷ Ἡλίῳ.

d. ἄμπαλον μέλλεν θέμεν: ἀνακλήρωσιν· ἀπὸ [*]() τοῦ Ὁμηρικοῦ (Η 171)· κλήρῳ νῦν πεπάλαχθε.

e. ὁ δὲ νοῦς· ὑπομνησαμένῳ δὲ τῷ Ἡλίῳ ἀνακλήρωσιν ἔμελλε ποιῆσαι ὁ Ζεύς· ἀλλ᾿ οὐκ εἴασεν αὐτὸν τοῦτο ποιῆσαι ὁ Ἥλιος, ἐπειδὴ εἶπεν ἔνδον τῆς θαλάσσης καὶ ἐν τῷ βυθῷ [ὁρᾶν] παραυξομένην καὶ ἐγειρομένην ἐκ τοῦ πέδου ἐσομένην ταύτην γὰρ πρός τε ἀνθρώπων χρησιμωτάτην καὶ πρὸς πάντα τὰ ζῷα εὔβοτον καὶ εὔφρονα, ἀπὸ μέρους τῶν προβάτων.

f. (ἄμπαλον:) ἀνακλήρωσιν. [*]()

g. Eust. II. 64, 42: . . . ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων· ὅπερ ἄμπαλον Πίνδαρος ἔφη, τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ . . . . τὸ ἄμπαλος ἤτοι ἀνάπαλος, ἤγουν ἀνάδασμος, ὁ ἐκ δευτέρου πάλος ὅ ἐστι κλῆρος.

a. ἀλλά νιν οὐκ εἴασεν: ἀλλὰ τοῦτο μὲν ὁ [*]() Ἥλιος οὐκ ἠβουλήθη, ἀνακλήρωσιν γενέσθαι καὶ τὸν ἀναδασμόν· ἑώρα γὰρ τὴν Ῥόδον ἀναβλαστῆσαι μέλλουσαν ἐν τῇ θαλάσσῃ καὶ πάσας ὑπερβαίνειν. διὸ τὴν Λάχεσιν τὴν μίαν τῶν Μοιρῶν τὴν πρὸς τὸν δασμὸν ἁρμόδιον ἐκέλευσεν αὑτῷ ἐπικρῖναι τὴν Ῥόδον, τοὺς δὲ θεοὺς ὀμόσαι πεποίηκε μηδένα παρερεῖν μηδὲ ἀναπείσειν τὸν Δία γενομένης τῆς χώρας ἄλλῳ τινὶ δοθῆναι αὐτήν.

1.224

[*]()b. (μιν:) αὐτόν. τὸν Δία.

[*]()(πεδόθεν:) κάτωθεν ἀπὸ τοῦ πέδου.

[*]()a. πολύβοσκον: τὴν μεγάλην καὶ πολλοὺς θρέψαι [*]() δυναμένην.