Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()ἁγνὸν θεόν: τὸν Ἥλιον, οὐχ ὅτι καθ᾿ ἑαυτὸν ἁγνὸς, ἀλλ᾿ ὁ ἀφαγνίζειν τῇ ἀκτῖνι δυνάμενος.
[*]()a. μνασθέντι δέ: μνησθέντι δὲ αὐτῷ περὶ τοῦ
1.223
συμβεβηκότος ὁ Ζεὺς ἔμελλεν ἀνακληροῦν ἐξ ἀρχῆς καὶ ἄκυρα ποιεῖν τὰ κεκληρωμένα τοῖς θεοῖς.b. δύναται δὲ τὸ μνασθέντι ἀντὶ τοῦ μνασθέντος.
c. ἢ μνησθέντι τῷ Ἡλίῳ.
d. ἄμπαλον μέλλεν θέμεν: ἀνακλήρωσιν· ἀπὸ [*]() τοῦ Ὁμηρικοῦ (Η 171)· κλήρῳ νῦν πεπάλαχθε.