Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. λέγει δὲ τοιοῦτόν τι· καθ᾿ ὃν χρόνον οἱ θεοὶ τὸν ὅλον κόσμον πρὸς ἑαυτοὺς διεμερίζοντο, ἀπόντος τοῦ Ἡλίου καὶ τὸν ἑαυτοῦ διανύοντος δρόμον, οὐδὲ εἷς τῶν θεῶν ὑπέμνησεν ὥστε καὶ αὐτῷ τοῦ κόσμου μερίδα φυλαχθῆναι. οὐδέπω δὲ ἡ Ῥόδος ἦν ἐκ θαλάσσης ἀναδοθεῖσα· διὸ καὶ ἀκλήρωτος μείνας ὁ θεὸς ταύτην εἵλετο τὴν μερίδα, ἱερὰν αὑτῷ τὴν νῆσον ἐπιτρεψάμενος.

[*]()οὔπω ὅτε χθόνα: διὰ τὸ μηδέπω εἴναι τοὺς ἱστορικοὺς συγγραφέας, ἀπὸ τῶν κατὰ τὴν πόλιν λογίων πυνθάνονται τὰ ἐπιχώρια οἱ ποιηταί. πρὸ Πινδάρου δὲ τοῦτο οὐχ ἱστόρητο.

[*]()ἁλμυροῖσι: ἁλί φησιν ἐνταῦθα αὐτὴν κεκρύφθαι.

[*]()a. ἀπεόντος: ἀπόντος δὲ τοῦ Ἡλίου οὐδεὶς τῶν παρόντων θεῶν ἐνέδειξεν οὐδὲ ἐνεφάνισεν ὥστε ἀποκληρῶσαί τινα χώραν αὐτῷ.

[*]()b. ἔνδειξεν: ὑπέδειξεν. ἐνεφάνισεν.

[*]()λάχος: κλῆρον. μερίδα.

[*]()ἁγνὸν θεόν: τὸν Ἥλιον, οὐχ ὅτι καθ᾿ ἑαυτὸν ἁγνὸς, ἀλλ᾿ ὁ ἀφαγνίζειν τῇ ἀκτῖνι δυνάμενος.