Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον [*]() ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· | ἀπὸ τῶν οἴκων δὲ τοῦ [*]() πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν νεανίαν τιμήσας· | ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης [*]() πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα.[*]()

b. ὥσπερ οὖν ὁ πενθερὸς δωρεῖται τῷ νεανίᾳ τὴν φιάλην [*]() οἴνου πεπληρωμένην, κἀγὼ τὸ ἄκρατον τὸ ἐκ Μουσῶν ὑπάρχον μοι νέκταρ, ὃ ἐκ τῆς ἐμαυτοῦ διανοίας ἐκαρπωσάμην, | παρέχων τοῖς νικηταῖς ἀνδράσιν, ἱλαροὺς αὐτοὺς [*]() καὶ εὐχαρίστους ἀποτελῶ.[*]()