Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
Inscr.c. προοίμιον. ὁ Διαγόρας υἱὸς μὲν ἦν Δαμαγήτου [*]() τοῦ Ῥοδίου· περὶ δὲ τούτου τοῦ Διαγόρου ἱστόρηται τοιαῦτα. κατὰ γὰρ τὴν Ὀλυμπίαν ἕστηκεν ὁ Διαγόρας μετὰ τὴν Λυσάνδρου εἰκόνα, πηχῶν τεσσάρων δακτύλων πέντε, τὴν δεξιὰν ἀνατείνων χεῖρα, τὴν δὲ ἀριστερὰν εἰς ἑαυτὸν ἐπικλίνων. μετὰ δὲ τοῦτον ἵσταται καὶ ὁ Δαμάγητος ὁ πρεσβύτερος τῶν παίδων αὐτοῦ, ὃς ὖν καὶ ὁμώνυμος τῷ πάππῳ, παγκράτιον προβεβλημένος, καὶ αὐτὸς πηχῶν τεσσάρων, ἐλάττων δὲ τοῦ πατρὸς δακτύλων τεσσάρων.
a. φιάλαν ὡς εἴ τις: ὡς εἴ τις φιάλην πάγχρυσον [*]() ἀπὸ πλουσίας χειρὸς λαβὼν πεπληρωμένην οἴνου δωρήσεται ἀκμαίῳ νυμφίῳ, ἅμα τὸν οἶνον προπίνων καὶ αὐτὴν τὴν φιάλην δωρούμενος, οὖσαν κεφάλαιον τῶν τοῦ πλούτου κτημάτων διὰ τὸ αὐτὴν χρυσῆν εἶναι· | ἀπὸ τῶν οἴκων δὲ τοῦ [*]() πενθεροῦ δεξάμενος εἰς τὰ ἑαυτοῦ φέρει οἰκήματα· ἐχαρίσατο δὲ τοῦ τε συμποσίου διὰ τοῦ δώρου τὴν ὀφειλομένην χάριν ἀποσώσας καὶ τὴν ἑαυτοῦ συγγένειαν τὴν πρὸς τὸν νεανίαν τιμήσας· | ἔθηκε δὲ αὐτὸν ζηλωτὸν ἕνεκεν τῆς ὁμοφροσύνης [*]() πρὸς τὴν τοῦ δωρησαμένου θυγατέρα.[*]()