Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()Inscr.a. Διαγόρᾳ νικήσαντι τὴν οθ΄ Ὀλυμπιάδα. τοῦτον δὲ τὸν Διαγόραν οἱ Ῥόδιοι Ἑρμοῦ παῖδά φασιν. πορευομένῃ γὰρ τῇ μητρὶ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένῃ πρὸς Ἑρμαίῳ τινὶ μιγῆναι τὸν θεὸν, καὶ ἐκ τούτου γενέσθαι τὸν Διαγόραν.

Inscr.b. περὶ τοῦ Διαγόρου εἷπε μὲν καὶ Ἀριστοτέλης . . . καὶ Ἀπόλλας μαρτυροῦσιν ὅτι δ΄ πηχῶν καὶ ε΄ δακτύλων ἦν. ἔσχε δὲ καὶ Δαμάγητον υἱὸν πρεσβύτατον τῶν παίδων τετράπηχυν τὸ μέγεθος, τοῦ πατρὸς ἐλάττονα ε΄ δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν Ἀκουσίλαον, θυγατέρων

1.197
δὲ υἱοὺς Εὐκλέα Καλλιάνακτος καὶ Πεισίρροδον. οὗτοι δὲ πολλὰς νίκας ἐκ τῶν Ὀλυμπίων ἔσχον, ἔσχον δὲ καὶ ἐκ Πυθίων . . . δὲ ἔφη ὅτι παῖδες τούτου διαφόρους ἀγῶνας νικήσαντες καὶ περιβαλόντες τὸν Διαγόραν ἐξῆλθον μακαριζόμενοι, ἀφ᾿ οὗ Ἡρακλῆς συνέθηκε τὸν ἀγῶνα, μηδενί πω τοιαῦτα συμβῆναι ὥστε καὶ τὸν πατέρα καὶ τοὺς υἱοὺς Ὀλυμπινοίκας γενέσθαι. ἡ θυγάτηρ δὲ τούτου ἦλθεν εἰς τὰ Ὀλύμπια· ᾗ ὄνομα Καλλιπάτειρα. ἐκωλύετο δὲ ὑπὸ τῶν Ἑλλανοδικῶν γυνὴ οὖσα θεωρῆσαι τὰ Ὀλύμπια. ἡ δὲ οὐχ ὁμοία ἔφη εἶναι ταῖς ἄλλαις γυναιξίν· ἔχειν γὰρ καὶ τὸν πατέρα Διαγόραν καὶ τοὺς τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας, Δαμάγητον, Δωριέα, Ἀκουσίλαον, καὶ πέμπτον ἀδελφῆς παῖδα Εὐκλέα καὶ αὐτῆς υἱὸν Πεισίρροδον, καὶ τούτων εἰκόνας εἶναι ἐν Ὀλυμπίᾳ. οἱ Ἑλλανοδίκαι δὲ ἡσθέντες συνεχώρησαν αὐτῇ θεωρεῖν.