Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. κατελθὼν ἐν τῷ ποταμῷ ὑπαίθριος· ἀντὶ τοῦ ὑπὸ τὸν ἀέρα· ἐν νυκτί ἐκάλεσε τὸν Ποσειδῶνα τὸν ἑαυτοῦ πρόγονον· ἀντὶ τοῦ πάππον κατὰ μητέρα· εἶπε γὰρ ἐν τοῖς προλαβοῦσιν ὅτι τῇ Πιτάνῃ τῇ νύμφῃ ἐμίγη ὁ Ποσειδῶν· ἐξ ἧς Εὐάδνη· καὶ ἀπὸ Εὐάδνης καὶ Ἀπόλλωνος Ἴαμος.

a. λαοτρόφον: ἀντὶ τοῦ τὴν διατρέφουσαν αὐτὸν [*]() ἐκ τοῦ λαοῦ τιμήν· λέγει δὲ τὴν μαντικήν· οἱ γὰρ τοιοῦτοι ὑπὸ τοῦ πλήθους τρέφονται μαντευόμενοι.

b. τινὲς δὲ λαοτρόφον φασὶ τὴν βασιλείαν τὴν τοὺς λαοὺς τρέφουσαν.

c. λαότροφον οὖν προπαροξυτόνως τὸν διὰ τῆς μαντικῆς τρεφόμενον, παροξυτόνως δὲ τὴν τρέφουσαν τὸν λαὸν, τουτέστι τὸν ὄχλον.

d. λαοτρόφον: τὴν τρεφομένην ὑπὸ τῶν λαῶν [*]() ἐπιστήμην ἑαυτῷ αἰτῶν.[*]()

e. λαοτρόφον τιμάν: βασιλικὴν ἀρχήν· ᾧ καὶ [*]()

1.176
Ὅμηρος ὁμολογῶν τοὺς βασιλέας ποιμένας λαῶν ὀνομάζει.

f. αἰτῶν οὖν τιμήν τινα τὴν ἀπὸ πολλῶν, ἐν πολλοῖς ὄχλοις, ὑπάρξαι αὐτοῦ τῇ κεφαλῇ.[*]()