Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. οὔτ᾿ ὦν ἀκοῦσαι: ἀντὶ τοῦ ἔλεγον μήτε ἀκηκοέναι παιδὸς μήτε ἰδεῖν παῖδα, ἤδη ε΄ [γὰρ] ἡμερῶν διελθουσῶν τῆς γενέσεως τοῦ παιδός.

[*]()b. τοὶ δ᾿ οὔτ᾿ ὦν: οἱ κατ᾿ οἶκον τοῦ Αἰπύτου θεράποντες.

[*]()a.εὔχοντο: εἶπον· τῷ γὰρ εὔχοντο ἀντὶ τοῦ εἶπον οἱ Λάκωνες χρῶνται.[*]()

1.173

b. (εὔχοντο:) ἀντὶ τοῦ ἔλεγον. [*]()

c. πεμπταῖον γεγεναμένον: τοῦτο οὐχ ὡς ἀπὸ [*]() τῶν οἰκετῶν· δίδομεν γὰρ αὐτοῖς τὸ εἰδέναι, εἰ καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἀφ᾿ οὗ γέγονεν ἐπίστανται· ἀλλὰ ῥητέον ἐκ τοῦ ποιητικοῦ προσώπου τὸ τοιοῦτον λέγεσθαι. οἱ οὖν οἰκέται τοῦ Αἰπύτου ἐρωτώμενοι ἔλεγον μήτε ἑωρακέναι μήτε ἀκηκοέναι· εἶτα ὁ ποιητὴς ἀφ᾿ ἑαυτοῦ· καὶ ταῦτα πεμπταῖον ἤδη ὂν τὸ παιδίον.[*]()

[οὔτ᾿ ἰδεῖν εὔχοντο ἕως τοῦτ᾿ ὄνομ᾿ ἀθάνατον:] [*]() ὁ νοῦς· ἔκειτο δὲ ὁ παῖς βεβρεγμένος καὶ κεκαλυμμένος ταῖς τῶν ἴων ἀκτῖσι [δεδροσισμένος]· διόπερ καὶ τὴν κλῆσιν τὴν τοῦ Ἰάμου αὐτῷ ἡ μήτηρ ἔθετο ἀπὸ τῆς τῶν ἴων αἰτίας. ἀθάνατον δὲ εἶπεν ὠνομάσθαι αὐτὸν ὡς ἐν τῷ χρησμῷ· εἶπε γὰρ ἀνωτέρω οὐδέποτε ἐκλείψειν τὴν γενεὰν αὐτοῦ.[*]()