Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. πραΰμητίν τ᾿ Εἰλείθυιαν: πραεῖαν. εὐμενῆ. [*]()

c. τῇ Εὐάδνῃ ἀποκυούσῃ παρέστησεν ὁ χρυσοκόμης Ἀπόλλων [*]() τὴν Εἰλείθυιαν | κεχαρισμένα φρονοῦσαν καὶ τὰς Μοίρας. ἡ δὲ ἔνδειξις οὐ μόνον περὶ εὐτοκίας, ἀλλὰ καὶ καλλίστης [*]() γενέσεως τοῦ παιδός.

d. πραΰμητιν δὲ πραεῖαν καὶ εὐμενῆ.

[*]()παρέστασέ τε: τοὺς συνδέσμους μεταθετέον· ὁ γὰρ λόγος οὕτως ἀπαιτεῖ· τῇ μὲν ὁ χρυσοκόμας πραΰμητιν Εἰλείθυιάν τε παρέστασεν Μοίρας τε κατὰ τὸν τόκον.

[*]()a. ἦλθε δ᾿ ὑπὸ σπλάγχνων, ἕως κηδόμενοι: ὁ νοῦς τοιοῦτος· ἐγεννήθη δὲ ἐξ ἐπεράστου ὠδῖνος ὁ Ἴαμος καὶ ἦλθεν εἰς τὸ φῶς εὐθέως. τοῦτον οὖν τίκτουσα καὶ ἐπιλυπουμένη καταλέλοιπεν ἐπὶ τῇ γῇ ἡ Εὐάδνη. δύο δὲ αὐτὸν φοβερώτατοι δράκοντες θεῶν βουλήσει ἀνέθρεψαν ἀβλαβῆ ἰὸν προσφερόμενοι· ἵνα λέγῃ τὸ μέλι.

[*]()b. ὑπ᾿ ὠδῖνος: ἡ δευτέρα ὑπό ἀντὶ τῆς μετά, ἡ πρώτη δὲ ἀντὶ τῆς ἀπό.