Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. (πορσαίνειν:) τρέφειν. [*]()

a. ὃς ἀνδρῶν Ἀρκάδων: Δίδυμός φησιν ὅτι [*]() πάντες οἱ ὑπομνηματισάμενοι Φαισάναν τὴν τῆς Ἀρκαδίας πόλιν· αὐτὸς δέ φησιν εἶναι τῆς Ἠλιδίας, καὶ παρατίθεται Ἴστρον ἱστοροῦντα ἐν τῇ ε΄ τῶν Ἠλιακῶν. ἤτοι οὖν Πίνδαρος ψεύδεται, ἢ διὰ τὸ τὴν Πίσαν ὑπὸ τοῖς Ἀρκάσι ποτὲ γενέσθαι βασιλεύειν φησὶ τῆς Φαισάνης τὸν Αἴπυτον.[*]()

b. ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ: τὴν [*]() Φαισάναν πάντες μὲν οἱ ὑπομνηματισταὶ τῆς Ἀρκαδίας εἶναι πόλιν ἐξεδέξαντο· ὁ δὲ Δίδυμός φησι τῆς Ἤλιδος αὐτὴν εἶναι καὶ ὑπεραπολογεῖται τοῦ ῥητοῦ οὕτως, ὅτι ποτὲ οἱ Ἀρκάδες καὶ τῆς Ἤλιδος ἐβασίλευον κατὰ τὸν χρόνον τοῦ Αἰπύτου. οἱ δὲ βουλόμενοι τὴν Φαισάναν Ἀρκαδικὴν εἶναι τὸ περὶ Ἀλφειοῦ οὕτως ἐπιλύονται, ὅτι διὰ Φαισάνης ἔχει

1.168
ὁ ποταμὸς τὰ ῥεύματα. φέρεται γὰρ ἐξ Ἀσέας κώμης Ἀρκαδικῆς.

c. ὅτι αἱ πηγαὶ τοῦ Ἀλφειοῦ ἐξ Ἀσέας τῆς Ἀρκαδικῆς εἰσι, καὶ μεταποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες. 58 EQ

[*]()d. ἄνασσε Φαισάνᾳ: ὁ νοῦς· ὅστις Αἴπυτος βασιλεύων τῆς Ἀρκαδίας καὶ ἔχων ὑφ᾿ ἑαυτὸν τὴν Φαισάναν ἔλαχε κατοικεῖν ἐν ταῖς ἀρχαῖς τοῦ ποταμοῦ· ἄρχεται γὰρ τὰ ῥεῖθρα ἐν Ἀρκαδίᾳ, ἐν Ἤλιδι δὲ ἐκλάμπει πολύς.[*]()

[*]()Ἀλφεὸν οἰκεῖν: τὸν Ἀλφεόν φησιν οἰκεῖν τὸν Αἴπυτον, ὅτι τῆς Ἠλιδίας ἐπῆρχον οἱ Ἀρκάδες· ἢ ὅτι αἱ πηγαὶ τοῦ Ἀλφεοῦ ἐν Ἀσέᾳ τῆς Ἀρκαδίας εἰσὶ, παρ᾿ ὃ καὶ ἀντιποιοῦνται αὐτοῦ οἱ Ἀρκάδες.[*]()

[*]()ὑπ᾿ Ἀπόλλωνι: ἀντὶ τοῦ διεκορεύθη ὑπ᾿ Ἀπόλλωνος ἡ Εὐάδνη ἐκεῖ τρεφομένη.[*]()

[*]()a. ἔψαυσ᾿ Ἀφροδίτας: δαιμονίως τὸ ἔψαυσεν ὡς ἐπὶ θείας ἀφροδισίων συνόδου ἔταξε.