Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()d. ἄλλως· ἅ τοι Ποσειδάονι: πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ᾿ οὗ Ἰαμίδαι.

[*]()a. ἰοπλόκαμον: ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰαμιδῶν. γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ᾿ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627).

b. ἡ ἡρωίνη, ἀφ᾿ ἧς καὶ ἡ πόλις.

[*]()a.παρθενίαν: καθ᾿ ὃ ἐδόκει ἔτι παρθένος εἶναι. διὸ καὶ οἱ ἐξ αὐτῶν παῖδες παρθένιοι.