Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. [ἅ τοι Ποσειδάωνι]: λάθρᾳ τεκοῦσα ἡ Πιτάνη [*]() ἀπέστειλεν εἰς Ἀρκαδίαν Αἰπύτῳ τῷ Ἐλάτου παιδί. τὸ δὲ ἐκ συντυχίας συμβεβηκὸς ἐκ προνοίας λέγει γεγενῆσθαι. τὴν γὰρ Εὐάδνην ἐκτεθεῖσαν Αἴπυτος εὑρὼν ἀνέλαβεν.[*]()
b. Πιτάνη γὰρ Εὐρώτα Λακωνικοῦ ποταμοῦ· ᾗ Ποσειδῶν [*]() μιχθεὶς λάθρᾳ . . . . γεννῆσαι τὸν Ἴαμον, ἀφ᾿ οὗ Ἰαμίδαι.
c. ἅ τοι Ποσειδάωνι μιχθεῖσα: ἥτις μιχθεῖσα [*]() τῷ Ποσειδῶνι Πιτάνη λέγεται τὴν ἰοπλόκαμον (ἀπὸ μέρους τὴν καλὴν) Εὐάδνην τεκεῖν, καὶ διαλαθεῖν ἐγκυμονοῦσαν,
τῆς δ᾿ ἑτέρης Εὔδωρος ἀρήιος ἡγεμόνευε παρθένιος.
[*]()d. ἄλλως· ἅ τοι Ποσειδάονι: πρὸς τὴν ἱστορίαν, ὅτι φησὶ τὸν Ποσειδῶνα Πιτάνῃ μιχθέντα λάθρᾳ γεννῆσαι Εὐάδνην. ἐκ ταύτης δὲ καὶ Ἀπόλλωνος Ἴαμος, ἀφ᾿ οὗ Ἰαμίδαι.
[*]()a. ἰοπλόκαμον: ἡ Πιτάνη πρόγονός ἐστι τῶν Ἰαμιδῶν. γίνεται γὰρ Ποσειδῶνος καὶ Πιτάνης Εὐάδνη· Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις, ἀφ᾿ οὗ καὶ Ἰαμίδαι. δύο δέ εἰσιν Εὐάδναι· μία μέν ἐστιν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἰφίτου, ἣν καὶ Ἰάνειραν· ἣν ἔγημε Καπανεύς. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται, ὡς Σωσίβιος (FHG II, 627).
b. ἡ ἡρωίνη, ἀφ᾿ ἧς καὶ ἡ πόλις.
[*]()a.παρθενίαν: καθ᾿ ὃ ἐδόκει ἔτι παρθένος εἶναι. διὸ καὶ οἱ ἐξ αὐτῶν παῖδες παρθένιοι.