Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. πρὸς Πιτάναν δέ: Πιτάναν νῦν τὴν ὁμώνυμον πόλιν λέγει τῇ ἡρωίδι, ἐπικειμένην ταῖς ὄχθαις τοῦ Εὐρώτα ποταμοῦ. προσέθηκε δὲ παρ᾿ Εὐρώτα πόρον, ἐπεὶ καὶ τῆς Αἰολίδος ἐστὶν ἡ Πιτάνη. αὕτη δὲ ἡ Πιτάνη ἡ τοῦ Εὐρώτα πρόγονός ἐστι τῶν Ἰαμιδῶν. ταύτης γὰρ καὶ Ποσειδῶνος Εὐάδνη, Εὐάδνης δὲ καὶ Ἀπόλλωνος Ἴαμος ὁ μάντις. τῆς Πιτάνης δὲ ὁμώνυμος ἡ πόλις. Εὐάδναι δὲ δισσαὶ, μία μὲν ἡ Ποσειδῶνος καὶ Πιτάνης, ἑτέρα δὲ Ἴφιδος, ἣν καὶ Ἰάνειραν λεγομένην φασὶν Εὐάδνην ὠνομάσθαι διὰ τὸ [*]() πλῆθος τῶν ἕδνων ὧν ἔδωκε Καπανεύς.

b. ἡ δὲ Λακωνικὴ Πιτάνη Εὐρώτα τοῦ ποταμοῦ γενεαλογεῖται εἶναι.

[*]()c. πρὸς Πιτάναν δὲ παρ᾿ Εὐρώτα πόρον: ὁ Ἀγησίας γένει μὲν ἦν Ἀρκὰς καὶ Ἀργεῖος ὡς ἀπὸ Ἰάμου οὕτω· Πιτάνη γὰρ γέγονεν Εὐρώτα Λακωνικοῦ ποταμοῦ·

1.165
ᾗ συνελθὼν Ποσειδῶν ἐγέννησεν Εὐάδνην τινά. αὕτη τὸ γεννηθὲν ἐκπέμπει λαθραίως εἰς Ἀρκαδίαν τρέφεσθαι παρὰ Αἰπύτῳ τῷ Ἐλάτου παιδί. ταύτην τὴν Εὐάδνην ἐν ἀκμῇ γενομένην διεκόρησεν ὁ Ἀπόλλων, καὶ ἔτεκεν Ἴαμον, ἀφ᾿ οὗ οἱ Ἰαμίδαι μάντεις κατὰ τὴν Πίσαν, εἰς οὓς τὸ γένος ἀνάγει ὁ Ἀγησίας· καὶ οὕτως εὑρίσκεται ὡς μὲν ἀπὸ τῆς Πιτάνης Ἀργεῖος, ὡς δὲ ἀπὸ Ἰάμου καὶ Εὐάδνης τῆς ἐν Ἀρκαδίᾳ Ἀρκάς.[*]()

d. παρ᾿ Εὐρώτα πόρον: προσέθηκε τὸ παρ᾿ Εὐρώτα [*]() πόρον· ἔστι δὲ Πιτάνη πόλις Λακεδαίμονος, καὶ Εὐρώτας ποταμὸς καὶ Σπάρτης καὶ ἄλλος Ἰταλίας.