Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἀρχομένου δ᾿ ἔργου: δύναται τῷ δέ συνδέσμῳ [*]() ἀντὶ τοῦ γάρ χρῆσθαι· ἵνα ᾖ ἡ ἀρχὴ οἷον, ὥσπερ ἄλλοι ἀρχόμενοι ἔργου κοσμοῦσι τὰ πρόθυρα, οὕτω κοσμήσομεν καὶ ἡμεῖς τὸ προοίμιον· χρὴ γὰρ παντὸς ἔργου πρόσωπον τηλαυγὲς εἶναι. τοῦτο δὲ λέγει ἐπειδὴ τὰ περὶ αὐτοῦ προτερήματα κατ᾿ ἀρχὴν τῆς ᾠδῆς λέγει.

c. ἀρχομένου δ᾿ ἔργου: ὁ δὲ ἀντὶ τοῦ γάρ. ἡ γὰρ [*]() ἀκολουθία· παντὸς γὰρ ἔργου, φησὶν, ἀρχομένου περίβλεπτον καὶ ἐξαίρετον δεῖ ποιεῖν τὸ τῆς προσόψεως.

d. τὴν εἰσβολὴν καὶ τὴν ἀρχήν.

e. λαμπρὰν καὶ ἐπίσημον.

a. Ὀλυμπιονίκας: ἐπισυνάγει πρῶτον μὲν ὅτι[*]() Ὀλυμπιονίκης, δεύτερον δὲ ὅτι τοῦ μαντείου τοῦ Διὸς διοικητὴς, τρίτον δὲ ὅτι ἀπ᾿ ἐκείνου τοῦ πρῶτον κτίσαντος τὰς Συρακούσας.[*]()

b. εἰ δ᾿ εἴη μὲν Ὀλυμπιονίκας: λοιπὸν περὶ τοῦ [*]() Ἀγησίου φησίν· εἴ τις οὖν ὃν τρόπον οὗτος Ὀλυμπιονίκης εἴη καὶ προφήτης τοῦ κατὰ Πίσαν καὶ Ὀλυμπίαν μαντείου καὶ συνῳκικὼς τὰς Συρακούσας, τίνα διαφύγῃ ἂν ὁ τοιοῦτος ὕμνον; οὐχὶ δὲ παντὸς ἂν τύχῃ, τῶν πολιτῶν γε δὴ τυχὼν ἀφθόνων ἐν τῷ ὑμνεῖσθαι; τοῦτο δὲ προστίθησιν, ἐπειδὴ οἱ πολῖται κατὰ φύσιν ἀλλήλοις φθονοῦσιν.

a. βωμῷ: ἀντὶ τοῦ βωμοῦ.

b. δι᾿ ἐμπύρων ἐν [*]() Ἤλιδι Ἰαμίδαι ἐμαντεύοντο· ἀφ᾿ ὧν τὸ γένος εἶχεν Ἀγησίας.

1.156
τοῦ δὲ μαντείου τοῦ ἐν Ἤλιδι καὶ Δικαίαρχος (FHG II, 239) μέμνηται.