Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν.

c. τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν.

[*]()d. ὄφρα κελεύθῳ τ᾿ ἐν καθαρᾷ βάσομεν ὄκχον: ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλληγορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. [*]()

e. τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν.