Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ᾇ τάχος: ἀντὶ τοῦ ὡς τάχος.

b. τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν.

c. τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν.

[*]()d. ὄφρα κελεύθῳ τ᾿ ἐν καθαρᾷ βάσομεν ὄκχον: ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλληγορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. [*]()

e. τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν.

[*]()f. ὄφρα κελεύθῳ: ἀλληγορεῖ καί φησιν· ἵνα δικαίᾳ καὶ καθαρᾷ ὁδῷ, τῇ τῶν λόγων, ἐπιβήσωμεν τὸ ὄχημα, [*]() ἀντὶ τοῦ ὑμνήσωμεν . . . καὶ προσηκόντως· | καὶ ἵνα πρὸς τὸ γένος ἵκωμαι τῶν ἀνδρῶν, λέγει δὲ τῶν προγόνων τοῦ

1.163
Ἀγησίου· ἵκωμαι δὲ ἐν αὐταῖς, διὰ τῶν ἐγκωμίων· ἐκεῖναι γὰρ, αἱ ἡμίονοι τοῦ Ἀγησίου, παρὰ τὰς ἄλλας πάσας ἐπίστανται καὶ δύνανται ἡγεμονεῦσαι ταύτην τὴν ὁδόν· ποίαν ὁδόν; τὴν τῶν ὕμνων· ἐπειδὴ τοὺς ἐν Ὀλυμπίᾳ στεφάνους ἐδέξαντο.

g. γράφεται ἧ τάχος. [*]()

h. (καθαρᾷ:) τῇ μὴ ἐχούσῃ ἐπίληψιν. [*]()