Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
f. ὦ Φίντις: Δωρικῶς ἐσχημάτισται· εἴη δ᾿ ἂν κατὰ τὴν ἡμετέραν διάλεκτον Φίλτις. οἱ Δωριεῖς γὰρ τὸ -λ- εἰς -ν- μετατιθέασι, ὅταν ᾖ εἴτε τὸ -τ- εἴτε τὸ -θ-.
[*]()a. ᾇ τάχος: ἀντὶ τοῦ ὡς τάχος.
b. τῇ ὁδῷ δὲ τῇ καθαρᾷ, τῇ μὴ ἐχούσῃ ἐπίληψιν ἢ ψεῦδος, ἀλλὰ ἀλήθειαν.
c. τὸ δὲ ὄκχον κατὰ τὸ πλεῖστον ἐπὶ τῶν ἡμιόνων τιθέασιν.
[*]()d. ὄφρα κελεύθῳ τ᾿ ἐν καθαρᾷ βάσομεν ὄκχον: ἵνα ἐπιβιβάσωμεν ἐν καθαρᾷ ὁδῷ τὸ ὄχημα. ἀλληγορεῖ δὲ νῦν, περὶ τοῦ ὕμνου λέγων· ἵνα διὰ καθαρᾶς λεωφόρου τὸν ὕμνον ἐπιβιβάσαντες τῷ ὀχήματι χρησώμεθα. [*]()
e. τὸ δὲ βάσομεν ἀντὶ τοῦ βήσωμεν Ὁμηρικόν.