Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ὀφθαλμόν: ὅτι ἔνδοξος, ὡς ὀφθαλμὸς τοῦ σώματος.

b. ἢ ὅτι μάντις ὢν προέβλεπε καὶ διὰ τοῦτο διασημότατος ἦν.

c. ὀφθαλμὸν ἐμᾶς: ὀφθαλμὸν στρατιᾶς τὸν Ἀμφιάραον ἐκάλεσεν ὡς δυνάμει προὔχοντα καὶ μάντιν ὄντα καὶ προορᾶν τὰ μέλλοντα δυνάμενον· ὀφθαλμὸς γὰρ προὔχει τοῦ σώματος. τοῦτο οὖν καὶ ἐπὶ τούτου λέγει τοῦ νικηφόρου.

[*]()d. στρατιᾶς ὀφθαλμόν: ἤτοι τὸν ἐν πολέμῳ περίβλεπτον, ἢ τὸν προορᾶν δυνάμενον τὰ μέλλοντα ὡς μάντιν. καὶ δι᾿ ἀμφότερά, φησιν οὖν, ποθῶ αὐτὸν, ὅτι τε μάντις ἀγαθὸς καὶ πολεμιστὴς (ἀπὸ κοινοῦ τὸ ἀγαθός)· ὅπερ ἔξεστιν εἰπεῖν καὶ τῷ Ἀγησίᾳ τῷ δεσπότῃ τοῦ ὕμνου. τί δὲ αὐτῷ πάρεστιν ὃ καὶ τῷ Ἀμφιαράῳ; καὶ μάντις καὶ ἀνδρεῖος τὰ ἐν μάχαις.[*]()