Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἤτοι καταριθμηθέντων, ἵνα καὶ τὸ ἑξῆς τοῦ λόγου οὕτως ἔχῃ· καταριθμήσας γὰρ ὁ Ἄδραστος τοὺς νεκροὺς καὶ λείποντα τὸν Ἀμφιάραον εὑρὼν, εἰκότως δυσφορήσας τὸν λόγον ἀπεφθέγξατο.

d. ἄλλως· ἑπτὰ δ᾿ ἔπειτα: ζητεῖται πῶς ἑπτά φησι [*]() τὰς πυράς· ἀδύνατον γάρ. ἠφάνιστο γὰρ Ἀμφιάραος· Ἄδραστος δὲ ζῶν εἰς Ἄργος ἀποφεύγει· Πολυνείκης δὲ ἄταφος ἔρριπτο, ὡς ἐπιστρατεύσας τῇ πατρίδι· ὥστε τῷ ἀληθεῖ λόγῳ τέσσαρας εἶναι πυρκαϊὰς τῶν τεθνηκότων. ἀλλ᾿ ἐπιλυτέον οὕτως, ὅτι τὰς πυρὰς ὁ Πίνδαρος καταριθμεῖται οὐ πρὸς αὐτοὺς τοὺς στρατηγοὺς, ἀλλὰ τὰ τούτων στρατεύματα. ἑπτὰ γὰρ τάξεις στρατευμάτων περὶ τὰς ἑπτὰ πύλας τῶν Θηβῶν μάχην συνεστήσαντο, καὶ οὕτω τῶν ἐν ἑκάστῃ πύλῃ τεθνηκότων στρατιωτῶν φησι γενέσθαι πυρκαϊάς.[*]()