Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. αὐτόν τέ νιν: ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή.

d. κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος (fr. 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνόματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ.