Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος [*]() καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ

1.158
Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμφιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλλοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς.[*]()

[*]()d. (ἑτοῖμος:) νῦν ἁρμόδιος.

[*]()a. (ἐπεί:) ἀφ᾿ οὗ.

[*]()b. ἐπεὶ κατὰ γαῖ᾿: κεραυνωθεὶς γὰρ Ἀμφιάραος κατέδυ μετὰ τοῦ ἅρματος ἐν τῷ Ὠρωπῷ τῆς Βοιωτίας καταποθεὶς ὑπὸ τῆς γῆς.

c. αὐτόν τέ νιν: ὅτι ἐκ παραλλήλου τέθεικε τὰς ἀντωνυμίας, καὶ ἔστιν ἡ μία αὐτῶν περισσή.

d. κατεπόθη δὲ Ἀμφιάραος, οἱ μὲν περὶ Ὠρωπὸν, οἱ δὲ περὶ Κλεωνάς· τοὺς δὲ ἵππους αὐτοῦ φησιν Ἀντίμαχος (fr. 31 K) εἶναι †ἀσυστάτους, οἱ δὲ Θεσσαλούς· ὀνόματα δὲ αὐτῶν Θόας καὶ Δίας· ὁ δὲ ἡνίοχος αὐτοῦ Βάτων ἐκαλεῖτο ἢ Σχοίνικος, συγκαταποθεὶς αὐτῷ.