Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. Οἰκλέους δὲ παῖς Ἀμφιάραος.
c. τὶν δ᾿ αἶνος ἕτοιμος: σοὶ δὲ, ὦ Ἀγησία, πρόχειρος [*]() καὶ ἁρμόδιος ὁ ἔπαινος καὶ πρέπων ὁ ὑπὸ τοῦ
1.158
Ἀδράστου ῥηθεὶς τοῦ Ταλαοῦ παιδὸς εἰς τὸν μάντιν Ἀμφιάραον τὸν Οἰκλέους υἱὸν, ὃν διαστᾶσα καὶ ἡ γῆ ἐδέξατο ἅμα τῷ ἅρματι ἐν Ὠρωπῷ τῆς Βοιωτίας κινδυνεύειν μέλλοντα· περὶ οὗ μάντεως Ἀμφιαράου ὁ τοῦ Ταλαοῦ παῖς Ἄδραστος εἶπεν ὅτε συνηθροίσθησαν οἱ τῶν ἑπτὰ πυλῶν νεκροὶ ἐν Θήβαις καὶ ἐγένοντο ἑπτὰ πυρκαϊαί· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, καὶ τὰ ἑξῆς.[*]()[*]()d. (ἑτοῖμος:) νῦν ἁρμόδιος.
[*]()a. (ἐπεί:) ἀφ᾿ οὗ.