Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἡ δὲ ἔμφασις ὅτι ἐκπίπτοντες τῆς ἑτέρας πόλεως ἐπὶ τὴν ἑτέραν δύνανται σώζεσθαι παραγινόμενοι.

[*]()τῶνδ᾿ ἐκείνων τε: ὁ νοῦς· θεὸς οὖν τῶν Ἀρκάδων τὴν μοῖραν καὶ τῶν Συρακουσίων παρέχοι τῷ Ἀγησίᾳ καλλίστην.

[*]()φιλέων δὲ, θεὸς τὸν Ἀγησίαν.

[*]()δέσποτα ποντόμεδον: σὺ δὲ, ὦ δέσποτα Πόσειδον, ἄνερ τῆς Ἀμφιτρίτης, πάρεχε αὐτῷ εὐθὺν πλοῦν καὶ ἄκμητον. ἐν εὐθυμίᾳ καὶ εὐδαιμονίᾳ ὄντα παράσχες διανήξασθαι τὸν βίον· καὶ τὸν ἐμὸν δὲ ὕμνον εἰς ἄνθος καὶ τὸν καρπὸν εἰς δόξαν ἔπαιρε.