Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. περιέπει δὲ καὶ θεραπεύει ὁ Ἱέρων καὶ τὸ κράτος τοῦ Διὸς τοῦ κατὰ τὴν Αἴτνην τιμωμένου.
[*]()d. ἁδύλογοι δέ μιν λύραι: αἱ ἀπὸ τῶν ὀργάνων πνοαί.
e. ὁ δὲ λόγος· αἱ δὲ ἡδύλογοι αὐτὸν πνοαὶ τῶν ὀργάνων καὶ ᾠδαὶ γνωρίζουσιν· ἤτοι ὡς πολυύμνητον διὰ τὰ κατορθώματα, ἢ ὡς καὶ αὐτὸν μουσικῆς ἔμπειρον· φησὶ γάρ που ἔμπροσθεν (O. I 14)· ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ.
a. μὴ θραύσοι: ὁ ἐπιγινόμενος χρόνος τὸν ὄλβον [*]() αὐτῶν μὴ θραύοι, τοὐναντίον δὲ αὐτοὶ . . . .· τοῦτο γάρ τινες συνεκδέχονται.
b. μὴ ταράσσοι.
c. μὴ θραύσοι χρόνος ὄλβον: ὁ λόγος εὐκτικός· [*]() μὴ δὲ οὖν, ὦ θεοὶ, θραύσοι καὶ ἀφανίσοι αὐτοῦ τὴν εὐδαιμονίαν ὁ μακρὸς χρόνος, ἀλλὰ φιλοφροσύναις καὶ εὐθυμίαις ἐπεράστοις εἴη τὸν Ἱέρωνα τὸ τοῦ Ἀγησίου ἐγκώμιον δέξασθαι.
σὺν δὲ φιλοφροσύναις: ὅτι φίλος Ἀγησίας [*]() Ἱέρωνος καὶ μάντις· ὃς ἀνῃρέθη Ἱέρωνος καταλυθέντος.