Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. οἱ δὲ ὅτι ξύλον διαπρίοντες ἔνδον ἐπέγραφον καὶ οὕτως [*]() ἀπέστελλον.

f. οἱ δὲ ὅτι ξύλον τι στρογγύλον, ὅπερ εἰς δύο ποιοῦντες τὸ μὲν ἥμισυ κατεῖχον αὐτοὶ, τὸ δὲ ἕτερον ἐδίδουν τῷ ἁρμοστῇ [τῷ στρατηγῷ] τῷ ἐκπεμπομένῳ εἴς τινα πόλιν· εἶτα εἰ ἐβούλοντο δηλῶσαι αὐτῷ περὶ ἀπορρήτων, ἱμάντι περιειλίσσοντες ὃ εἶχον αὐτοὶ ξύλον ἐπέγραφον· ὅντινα δεχόμενος ὁ ἁρμοστὴς περιείλει ᾧ εἶχεν ἐκείνου ἀποκόμματι καὶ οὕτως ἀνεγίνωσκεν. ἦσαν δὲ ἁρμοσταὶ Λακεδαιμονίων εἴκοσιν.[*]()

[*]()g. ἄλλως· Μοισᾶν: ἀντὶ τοῦ Μουσῶν ἄγγελε καὶ κῆρυξ.

h. ἐχρῶντο δὲ πλατείαις σκυτάλαις οἱ Λάκωνες,

1.191
ἐγγράφοντες αὐταῖς τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύτινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες.[*]()