Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ὗν: Ὕαντες ἔθνος Βοιωτίας, οὕστινας ἐκ παραφθορᾶς [*]() τοῦ ὀνόματος ἀντὶ τοῦ Ὕαντας λέγειν ἐκάλουν Ὗς· ὥστε τοῖς ὕστερον διαδοθῆναι τὴν λέξιν ἐπὶ τῶν Βοιωτῶν καὶ λοιπὸν νομισθῆναι διὰ πολλὴν ἀγροικίαν καὶ ἀλογίαν οὕτως ἐξ ἀρχαίου αὐτοὺς κεκλῆσθαι, τούς τε βουλομένους τινὰς σκῶψαι ἐκάλουν Βοιωτίαν ὗν.

d. ἐσσὶ γὰρ ἄγγελος: τυγχάνεις γὰρ, ὦ Αἰνέα, [*]() ἄγγελος ἀληθὴς καὶ τῶν καλλικόμων Μουσῶν κῆρυξ τῶν τε ἐπισήμων καὶ ἄγαν εὐφήμων ὕμνων κρατὴρ γλυκύτατος.

a. ἠυκόμων: καὶ νῦν τοῦτο σημαίνει· οἷον Μουσῶν [*]() εἶ κῆρυξ, διὰ τὸ σκυταλοφορεῖν τοὺς κήρυκας. περὶ δὲ τῆς σκυτάλης καὶ ἐν τοῖς Ἀρχιλόχου ὑπομνήμασιν εἴρηται (fr. 86)· ἀχνυμένη σκυτάλη.

b. . . . . παρὰ τοῖς Λακεδαιμονίοις. τινὲς δὲ δύο ἰσοπήχεις καὶ ἰσομήκεις· καὶ τούτων τὴν μίαν διδόασι τῷ ἁρμοστῇ, ὃν ἂν ἐκπέμπωσι πολιτικὴν χρείαν ἔχοντα, τὴν δὲ ἄλλην κατέχουσι· καὶ ὅταν δέῃ ἐπιστέλλειν ἀναγκαῖά τινα, ὑπὲρ τοῦ ἄγνωστα εἶναι τὰ ἐπιστελλόμενα τοῖς διακομίζουσιν ἑλίσσουσι παρ᾿ ἑαυτοῖς τὴν σκυτάλην δέρματι λευκῷ καὶ γράφουσι· ἔπειτα λύουσι καὶ διδόασι, μὴ φυλάττοντα τὴν λέξιν τῶν γεγραμμένων παρ᾿

1.190
ἑτέρῳ τινι ἢ παρ᾿ ἐκείνῳ, ὃς λαβὼν ἑλίσσει τὴν παρ᾿ ἑαυτῷ ῥάβδον καὶ οὕτως φανερῶν τῇ τάξει γενομένων μὴ νοεῖν τὰ γεγραμμένα.

[*]()c. ἠυκόμων σκυτάλα Μοισᾶν: τῶν εὐκόμων Μουσῶν ἀξιόλογε [ἄγγελε καὶ] κῆρυξ. σκυτάλην γὰρ ἐκ τοῦ συμβεβηκότος λέγουσιν, ὡς καὶ Ἀρχίλοχος (fr. 86)· ἀχνυμένη σκυτάλη.