Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()g. Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν᾿ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα.

[*]()εἰ φεύγομεν, Βοιωτίαν ὗν: ὅτι διὰ τὴν ἀγροικίαν καὶ τὴν ἀναγωγίαν τὸ παλαιὸν οἱ Βοιωτοὶ ὗες ἐκαλοῦντο· [*]() | καθάπερ καὶ αὐτὸς ἐν τοῖς διθυράμβοις (fr. 83)· [*]() ἦν ὅτε σύας τὸ Βοιώτιον ἔθνος ἔλεγον. | καὶ Κρατῖνος (fr. 310 K.)· οὗτοι δ᾿ εἰσὶν Συοβοιωτοὶ, κρουπεζοφόρον γένος ἀνδρῶν.[*]()

[*]()a. ὗν: Ἀρίσταρχος· παρὰ τὸ λεγόμενον [ἐν] Βοιωτία ὗς.

1.189
πεποιθὼς δὲ ὁ Πίνδαρος τοῖς ἑαυτοῦ ποιήμασι κελεύει ἐπιγνῶναι τὸν Αἰνέαν καὶ γνῶναι τὴν τέχνην, εἰ φεύγουσιν οἱ Θηβαῖοι τὸ παλαιὸν ὄνειδος παιδείᾳ διαφέροντες καὶ μουσικῇ. τότε γὰρ ὡς ἀμαθεῖς ἐσκώπτοντο.

b. Ὕαντες δὲ ᾤκησαν τὴν Θήβην, καὶ ἀπὸ τοῦ ὀνόματος μετετράπη τὸ καὶ Συοβοιωτοὺς αὐτοὺς λέγεσθαι.