Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. οἱ δὲ ὅτι γαμήλιος καὶ αἰτία γενέσεων.

e. καὶ ἐν Εὐβοίᾳ Παρθένος ἐκαλεῖτο.

f. καὶ ποταμὸς Παρθένιος, ὃς Ἴμβρασος ἐκλήθη. Καλλίμαχος (fr. 213)· ἀντὶ γὰρ ἐκλήθης, Ἴμβρασε, Παρθενίου.

[*]()g. Ἥραν Παρθενίαν: τὴν ἐν τῷ Παρθενίῳ ὄρει τῆς Ἀρκαδίας τιμωμένην [ὑμνῆσαι]· ἵν᾿ ᾖ, τὴν ἐν Ἀρκαδίᾳ. οὕτως δὲ καὶ ἐν Ἄργει τιμᾶται Ἥρα.

[*]()εἰ φεύγομεν, Βοιωτίαν ὗν: ὅτι διὰ τὴν ἀγροικίαν καὶ τὴν ἀναγωγίαν τὸ παλαιὸν οἱ Βοιωτοὶ ὗες ἐκαλοῦντο· [*]() | καθάπερ καὶ αὐτὸς ἐν τοῖς διθυράμβοις (fr. 83)· [*]() ἦν ὅτε σύας τὸ Βοιώτιον ἔθνος ἔλεγον. | καὶ Κρατῖνος (fr. 310 K.)· οὗτοι δ᾿ εἰσὶν Συοβοιωτοὶ, κρουπεζοφόρον γένος ἀνδρῶν.[*]()