Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
g. ἡ Μετώπη ἡ Ἀρκαδικὴ πόλις (τοῦτο γὰρ σημαίνει [*]() διὰ τὸ Στυμφαλίς· Στύμφηλος γὰρ Ἀρκαδίας μητρόπολις) προσέλκει με ἑκόντα ἐν καλλιρόοις πνοαῖς, ἤγουν πρὸς τὸ αὐλεῖν καὶ ὑμνεῖν τὴν Ἀρκαδίαν τὴν τῆς μητρός σου χώραν.
h. ἄλλως· Στυμφαλὶς εὐανθὴς Μετώπα: Ἀρκαδική. [*]() Στύμφηλος γὰρ πόλις Ἀρκαδίας. Ὅμηρος (Β 608)·
Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.
i. ματρομάτορα δὲ λέγει τὴν Μετώπην ὁ Πίνδαρος οὕτω· | Μετώπη θυγάτηρ μὲν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, [*]() γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ.
k. φασὶ δὲ τὴν Μετώπην οἱ μὲν λίμνην, οἱ δὲ ποταμόν.[*]()