Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Στυμφαλίς: ἀπὸ πατρίδος Ἀρκαδικῆς (Β 608)·

Στύμφηλόν τ᾿ εἶχον καὶ Παρρασίην ἐνέμοντο.

b. ἡ Μετώπη δὲ Ἀσωποῦ μὲν ἦν γυνὴ, θυγάτηρ δὲ Λάδωνος τοῦ ἐν Ἀρκαδίᾳ ποταμοῦ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ Πινδάρου πατρίς.

c. προσέλκεταί με ἡ Μετώπη ὑμνεῖν

1.185
σε διὰ τὴν οἰκειότητα· Ἀρκὰς γὰρ, ἐγὼ δὲ Θηβαῖος . . . ἦν, Θήβη δὲ Ἀσωποῦ καὶ Μετώπης τῆς Λάδωνος τοῦ ποταμοῦ Ἀρκάδος θυγάτηρ· ἀφ᾿ οὖ καὶ θηλυκῶς οὕτω ποταμὸς ἐν Ἀρκαδίᾳ Μετώπη.

d. Στυμφαλὶς εὐανθὴς Μετώπα: Μετώπη Ἀσωποῦ [*]() μὲν ἦν γυνὴ, μήτηρ δὲ Θήβης, ἀφ᾿ ἧς ἡ πόλις Θήβη προσηγορεύθη. διὰ τὴν οἰκειότητα οὖν, φησὶν ὁ Πίνδαρος, τὴν πρὸς ἐμὲ τῆς Μετώπης, ὅτι Θήβης μήτηρ τῆς ἐμῆς πατρίδος, ἕλκεταί με ἡ Μετώπη Ἀρκὰς οὖσα.

e. τὴν δὲ Μετώπην φασὶ γήμαντα Ἀσωπὸν τὸν Ὠκεανοῦ, Λάδωνος οὖσαν θυγατέρα, τεκνῶσαι Κέρκυραν, Αἴγιναν, Σαλαμῖνα, Θήβην, Ἄρπινναν, Νεμέαν, Κλεώνην.[*]()

f. εὐανθὴς δὲ [*]() Μετώπα ἡ ἀκμαία καὶ ἀνθηρὰ, ἵν᾿ ὁ λόγος ἐπὶ τῆς νύμφης ἀκούηται.[*]()