Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. δόξαν ἔχω ἕως ἔτικτεν: ὁ νοῦς· ἔχω τινὰ [*]() καὶ ἑτέραν δόκησιν οὕτω με προτρεπομένην λέγειν περὶ σοῦ, ὡσανεὶ τῆς ἀκόνης τῆς ὀξύνειν δυναμένης τὸ παραθηγόμενον· ἥτις δόκησις θελοντί μοι καὶ βουλομένῳ προσέρπει καὶ προσπίπτει ὑπὸ ταῖς τῶν αὐλῶν πνοαῖς καὶ τῶν ἤχων· διὰ πνοῆς γὰρ ὁ ἦχος ἐκφέρεται· ἥτις δόκησίς ἐστι τοῦ ὑμνεῖν σε ἐκ τῆς ἐμῆς προγόνου Μετώπης ἀπὸ Στυμφήλου πόλεως Ἀρκαδικῆς.

d. ματρομάτορα δὲ τὴν Μετώπην λέγει ὁ Πίνδαρος οὕτω. Μετώπη θυγάτηρ μὲν ἦν Λάδωνος τοῦ ποταμοῦ τῆς Ἀρκαδίας, | γυνὴ δὲ Ἀσωποῦ τοῦ ἐν [*]() Θήβαις ποταμοῦ. ἐκ ταύτης γέγονε νύμφη τις Θήβη, ἀφ᾿ ἧς ἡ πόλις· Θηβαῖος δὲ ὁ Πίνδαρος. διὰ τοῦτο ματρομάτορα ἰδίαν λέγει τὴν Μετώπην.

1.184

[*]()a. ἀκόνας λιγυρᾶς: ἀκόνην ὀξεῖάν φησι τὴν μουσικήν· λιγὺς γὰρ νῦν ὁ ὀξύς. καὶ Ὅμηρος (Β 246)·

Θερσῖτ᾿ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο.
[*]() | οὐ γὰρ ἐγχωρεῖ τὸν ἄκριτα λέγοντα ἡδὺν εἶναι.

b. ἄλλως· ἀκόνης τινὸς δόκησιν ἔχω ἐπὶ γλώσσης· ὅ ἐστι, παρακονῶμαι.[*]()