Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. εἰ δ᾿ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις: Κυλλήνη [*]() ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ.

b. φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες

1.182
τὸ Ἀρκάδιον ὄρος ἐτίμησαν διὰ δώρων καὶ θυσιῶν πολλῶν πολλάκις τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν τὸν τῶν ἀγώνων δεσπόζοντα καὶ τὰς μερίδας τῶν ἄθλων κεκληρωμένον, τὸν τὴν Ἀρκαδίαν τιμῶντα, τοῦτον ἂν εἴποιμεν καὶ νῦν, ὦ Σωστράτου παῖ, σὺν τῷ ἑαυτοῦ πατρὶ τελειοῦν σοι τὴν ἐπὶ τῇ νίκῃ εὐδαιμονίαν.[*]()

[*]()c. ἐτύμως: εἰ δὲ ἀληθῶς, φησι, οἱ τοῦ Ἀγησία κατὰ μητέρα πρόγονοι τὴν Ἀρκαδίαν οἰκοῦντες ἐδωρήσαντο θυσίας τῷ Ἑρμῇ.

[*]()d. ὅροις· τῆς Ἀρκαδίας· τὸ δὲ Στύμφηλον ταύτῃ ὑπόκειται.

[*]()e. Στύμφηλος ὑπόκειται τῇ Κυλλήνῃ· ἔστι δὲ τῆς Ἀρκαδίας. οἱ δὲ κατὰ τὴν μητέρα πρόγονοι τοῦ Ἀγησίου [*]() Στυμφήλιοί εἰσιν. | Φιλοστέφανος δὲ ἐν τῷ περὶ Κυλλήνης (FHG III, 30) φησὶ Κυλλήνην καὶ Ἑλίκην θρέψαι . . . ἐναγωνίου δὲ ὄντος τοῦ θεοῦ φησιν ὅτι οἱ περὶ τὸν Ἀγησίαν διὰ τὴν συγγένειαν, ἐπειδὴ καὶ ὁ Ἑρμῆς ἐν Ἀρκαδίᾳ, εἰκότως νικῶσιν.[*]()