Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἄλλως· ὁ νοῦς· [*]() ἐκ τῶν ἄλλων φθονούντων μῶμος ἐπικρέμαται τοῖς τετυχηκόσι τῶν τιμῶν τούτων· οἷον οἱ μὴ τετυχηκότες τοὺς τυχόντας διαμωμῶνται ὡς μηδενὸς ἀξιολόγου τετυχηκότας.

a. οἷς ποτε πρώτοις: τὸ ἑξῆς τοῦ λόγου· οἷς [*]() ἄν ποτε πρῶτον ἁρματηλατήσασιν ἡ αἰδοία Χάρις ἐπιστάζῃ εὐκλεᾶ . . .

b. εὐκλεᾶ μορφὰν δὲ εἶπε διὰ τὸ περιβλέπτους εἶναι τοὺς νικῶντας καὶ ἐπιχάριτας καὶ λαμπρούς.

a. αἰδοία ποτιστάξῃ: ἐπεὶ οἱ νικῶντες δοκοῦσιν [*]() εὐειδεῖς εἶναι.

b. ποτιστάξῃ δὲ, ἐπιχαρίτους ποιήσῃ τοὺς νικῶντας.

a. εἰ δ᾿ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις: Κυλλήνη [*]() ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ.

b. φησὶ δὲ ὅτι εἰ δὴ ἀληθῶς οἱ τοῦ Ἀγησίου πρόγονοι τὴν Κυλλήνην κατοικοῦντες

1.182
τὸ Ἀρκάδιον ὄρος ἐτίμησαν διὰ δώρων καὶ θυσιῶν πολλῶν πολλάκις τὸν κήρυκα τῶν θεῶν τὸν Ἑρμῆν τὸν τῶν ἀγώνων δεσπόζοντα καὶ τὰς μερίδας τῶν ἄθλων κεκληρωμένον, τὸν τὴν Ἀρκαδίαν τιμῶντα, τοῦτον ἂν εἴποιμεν καὶ νῦν, ὦ Σωστράτου παῖ, σὺν τῷ ἑαυτοῦ πατρὶ τελειοῦν σοι τὴν ἐπὶ τῇ νίκῃ εὐδαιμονίαν.[*]()