Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. πλειστόμβροτον: παρ᾿ ἣν πλεῖστοι τῶν ἀνθρώπων [*]() ἀθροίζονται.[*]()

1.180

[*]()βωμῷ: τῷ κατὰ τὴν Ὀλυμπίαν μαντικῷ βωμῷ τοῦ Διός.

[*]()τότ᾿ αὖ χρηστήριον θέσθαι: τὸ διὰ τῶν ἐμπύρων μαντεύεσθαι. οὕτως δὲ μέχρι νῦν οἱ Ἰαμίδαι μαντεύονται, ἔμπυρα θύματα τιθέντες ἐν τῷ βωμῷ. Ἡρακλείδης δὲ ἐν τῷ περὶ χρηστηρίων (FHG II, p. 197 n. 2) τοῖς δέρμασί φησιν αὐτοὺς μαντεύεσθαι ἀφορῶντας εἰς τὰς σχισμὰς τῶν δερμάτων, πότερον εὐθεῖαί εἰσιν ἢ οὔ.

[*]()ἐξ οὗ ὄλβος Ἰαμιδᾶν ἕσπετο: ἰδίως τῇ φράσει ἐχρήσατο· ἀφ᾿ οὗ δὴ χρόνου τὸ ἐνδοξότατον γένος τῶν Ἰαμιδῶν εὐδαιμονία ἠκολούθησεν· ἀντὶ δοτικῆς τὴν ἀκολουθίαν [*]() ἐχούσης πρὸς τὸν λόγον· | ἀφ᾿ οὗ τῷ τῶν Ἰαμιδῶν γένει ὁ ὄλβος ἠκολούθησε καθ᾿ Ἕλληνας.

[*]()Ἰαμιδᾶν: ἐκτεταμένον τὸ Ἰαμιδᾶν διὰ τὸ ἀντίστροφον.

[*]()a. ὄλβος δ᾿ ἅμ᾿ ἕσπετο: ὁμοίως τῷ σχήματι τῆς ἑρμηνείας κέχρηται· ἐξ οὗ τῶν Ἰαμιδῶν τὸ γένος ὄλβος ἅμ᾿ ἕσπετο· ἀντὶ τοῦ τῷ τῶν Ἰαμιδῶν γένει ὄλβος ἠκολούθησεν.

b. ἄλλως· ὁμοίως τῷ (Ο 305)·

ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο, τὸ, γένος τιμῶντες.