Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. σεμνὸν θάλος: Δίδυμός φησι μὴ σώζεσθαι [*]() τὸν λόγον· τὸν γὰρ Ἡρακλέα θάλος εἶπεν Ἀλκαϊδᾶν ἀπὸ Ἀμφιτρύωνος, ὃς ἦν Ἀλκαίου παῖς. ἔθος δὲ τῷ Πινδάρῳ κατὰ τοῦ ἑνὸς τάσσειν τὸ πληθυντικόν.

b. ὅτι Ἀμφιτρύων Ἀλκαίου παῖς ἐστι, δῆλον· ἀφ᾿ οὗ καὶ Ἀλκείδης ὁ Ἡρακλῆς τὸ πρότερον ἐκαλεῖτο. 109

c. σεμνὸν θάλος: τὸ βλάστημα τῶν Ἀλκαϊδῶν· [*]() φησὶ δὲ τὸν τοῦ Ἀμφιτρύωνος· ἐκεῖνος γὰρ Ἀλκαίου παῖς.

d. ἔνιοι μέντοι αὐτὸν τὸν Ἡρακλέα Ἀλκαῖον καλεῖσθαι βούλονται, μετωνομάσθαι δὲ Ἡρακλῆ, Ἀπόλλωνος τοῦτο χρησμοδοτήσαντος.[*]()