Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ὁ δὲ νοῦς· ὅρμησον, ὦ τέκνον, καὶ ἐλθὲ εἰς τὴν πολύκοινον ἐσομένην χώραν [*]() κατακολουθῶν τῇ ἡμετέρᾳ φωνῇ. | παρεγένοντο δὲ εἰς τὴν ὑψηλὴν πέτραν τοῦ Κρονίου, ἐν ᾧ Κρονίῳ παρέσχεν αὐτῷ διπλοῦν θησαυρὸν μαντείας.[*]()

[*]()a. θησαυρὸν δίδυμον: δίδυμον θησαυρὸν μαντείας αὐτῷ φησι δοθῆναι, ἕνα μὲν τὸ κατὰ τὸ παρὸν εὐθέως τότε φωνὴν ἀκούειν ψευδέων ἀνεπίγνωστον, οἷον ἀληθῆ· μετὰ δὲ ταῦτα τοῦ κατ᾿ Ὀλυμπίαν ἀγῶνος ὑπὸ τοῦ Ἡρακλέους τεθέντος τὸ μαντεῖον ἱδρύσασθαι.

[*]()b. θησαυρὸν δίδυμον: ἕνα μὲν, τὸ κατὰ τὸ παρὸν εὐθέως φωνὴν ἀκούειν ψευδῶν ἀνεπίγνωστον· ὕστερον δὲ καὶ παρὰ τῷ βωμῷ τοῦ Διὸς μαντεύεσθαι ἐκ τῆς τοῦ πυρὸς ἀναδόσεως.

[*]()c. ἄλλως· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον [*]() ἕως τὸ βωμῷ: ὁ δὲ νοῦς· | ἐδίδου δὲ ὁ Ἀπόλλων τῷ Ἰάμῳ δίδυμον θησαυρὸν τῆς μαντείας, τότε μὲν φωνῆς κατακούειν ἀληθοῦς, ὅτε δὲ ὁ ἰσχυρὸς Ἡρακλῆς, τὸ τῶν Ἀλκαϊδῶν βλάστημα, τύχῃ ἐλθὼν εἰς Ὀλυμπίαν καὶ κτίσῃ τῷ αὑτοῦ πατρὶ περίβλεπτον καὶ πολυάνθρωπον πανήγυριν[*]() | καὶ τὸν νόμον καὶ θεσμὸν τῶν μεγίστων Ὀλυμπιακῶν

1.179
ἄθλων ἐπὶ τῷ τοῦ Διὸς ὑψηλοτάτῳ βωμῷ, τότε Ἴαμον ἐκέλευσεν ὁ Ἀπόλλων χρηστήριον θέσθαι καὶ μαντεῖον τὸ διὰ τῶν θυμάτων.