Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. μετάλλασεν: ἰδίως κέχρηται τῇ λέξει· μεταλλῆσαι γὰρ λέγουσι τὸ ζητῆσαι, ἀπὸ τῶν μετάλλων· ἐπὶ δὲ τοῦ τοιούτου οὐ τέταχεν, ἀλλ᾿ ἀντὶ τοῦ ἐφθέγξατο καὶ προσεῖπεν αὐτόν.

b. ἔνιοι οὕτως· ἐπεὶ ἀφανὴς ἦν ὁ Ἀπόλλων, ἐπεφάνη μὲν οὔ, προσέπιπτε δὲ αὐτῷ ἡ βοή.

[*]()c. μετάλλασέν τέ νιν: ἐὰν μὲν ἐπὶ τοῦ Ἀπόλλωνος, νοεῖσθαι δεῖ οὕτως· ἐπεζήτησέ τε αὐτὸν καὶ ἐν φροντίδι ἔσχεν ὅπως ἂν τὰ μέλλοντα προλέγειν παράσχῃ

1.177
αὐτῷ· ἐὰν δὲ ἐπὶ τοῦ Ἰάμου, ὅτι τῆς φωνῆς ἀκούσας τοῦ Ἀπόλλωνος ἐπεζήτησεν αὐτὸν, ὥστε καὶ κατ᾿ ὄψιν αὐτὸν εὐτυχῆσαι τῆς θέας τοῦ θεοῦ.

d. τὸ δὲ μετάλλασεν, ἐὰν λάβωμεν ἀντὶ τοῦ ἀνηρώτησεν, ἀκύρως κεῖται· μεταλλῆσαι γάρ ἐστι τὸ ζητεῖν, ὡς ἐπὶ τῶν μετάλλων.