Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()c. ὁ δὲ νοῦς τοιοῦτος· ὕμνον πήξομεν ὥσπερ θαητὸν μέγαρον χρυσέας κίονας ὑποστήσαντες τῷ προθύρῳ τοῦ θαλάμου, ὅπερ ἐστὶ τὸ προοίμιον. καὶ ὥσπερ θαύματος ἄξιον μέγαρον ἢ οἶκον κατασκευάσαντες τὸ πρόθυρον ἀξιοπρεπὲς ποιοῦμεν, οὕτω καὶ τοῦ ὕμνου τὸ προοίμιον πήξομεν ἀξιόλογον. [*]()

[*]()d. χρυσέας· τιμίας νῦν κίονας ὑπορθώσαντες. θηλυκῶς δὲ νῦν προήγαγεν, ὡς καὶ Ὅμηρος (α 53)·

ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
[*]()