Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ὁ μὲν Ἀρίσταρχος ἀναγινώσκει ὀξύτονον τὴν παραλήγουσαν ἀντὶ τοῦ ὑγιαίνοντα· τινὲς δὲ ὡς χαρίεντα.
c. εἰ δὲ πλοῦτον ἔχει τις μεθ᾿ ὑγιείας, διοικῶν αὐτὸν καὶ δαπανῶν ὅπως πρεπῶδές ἐστιν, τύχῃ δὲ καὶ ὕμνῳ εὐφημεῖσθαι, μὴ ζητείων θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.
d. ὑγίεντα δ᾿ εἴ τις ὄλβον: τὴν μεθ᾿ ὑγείας [*]()εὐδαιμονίαν.
e. ὁ δὲ νοῦς· ὁ δὲ τὸν πλοῦτον καὶ τὴν εὐδαιμονίαν αὔξων ἐν ἑαυτῷ καὶ οὕτως ἐπαρκῶν τῇ περιουσίᾳ καὶ διοικῶν τὴν ὕπαρξιν ὥστε καὶ εὐφημίας αὐτῷ προσγενέσθαι, οὗτος μὴ ζητείτω ἔτι καὶ θεὸς γενέσθαι.
[*]()a. ὄλβον: τὸν ἐξ ὑγιοῦς ὄλβον.
b. εἴ τις ἄρδοι: οἷον εἴ τις ἐπιμελούμενος τοῦ ἀπὸ τῶν καλῶν συναγομένου πλούτου τοῦτον αὔξει ἱκανὸς ὢν τοῖς κτήμασι καὶ προσκτώμενος εὐλογίαν, μὴ ζητείτω θεὸς γενέσθαι· ταῦτα γὰρ αὐτῷ ἱκανά.
[*]()Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ.[*]()
[*]()Ἀγησίᾳ Συρακουσίῳ υἱῷ Σωστράτου ἀπήνῃ.
[*]()Ἀγησίᾳ Συρακουσίῳ ἀπήνῃ υἱῷ Σωστράτου.
[*]()Τοῦ ς΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶν ια΄. τὸ α΄ ἐστιν ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον, α΄ χοριάμβου, β΄ ἰωνικοῦ, γ΄ χοριάμβου. τὸ δ΄ ἐγκωμιολογικόν. τὸ ε΄ Εὐριπίδειον. τὸ ς΄ προσοδιακὸν ὑπερκατάληκτον δίμετρον. τὸ ζ΄ ἰαμβέλεγος.
τὸ η΄ ἴαμβος τρίμετρος. τὸ θ΄ ὅμοιον τῷ ἕκτῳ. τὸ ι΄ ἐγκωμιολογικόν. τὸ ια΄ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον.
ἡ δὲ ἐπῳδὸς κώλων ιδ΄. τὸ α΄ ἐγκωμιολογικὸν παρὰ μίαν τοῦ πενθημιμεροῦς ἰαμβικοῦ. τὸ β΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ Στησιχόρειον τῷ Πινδαρικῷ ἰδιώματι· ὁ γὰρ τελευταῖος ἀντὶ τροχαίου ἴαμβον ἔχει. τὸ δ΄ ἀναπαιστικὸν μονόμετρον ἀκατάληκτον. τὸ ε΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ ἰωνικὸν μονόμετρον ὑπερκατάληκτον, [ἢ ἀναπαιστικὸν δίμετρον]. τὸ ζ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ Εὐριπίδειον. τὸ θ΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς κατὰ τὸ ἔθος τῶν ἰωνικῶν ἀπὸ βραχείας. τὸ ι΄ δακτυλικὸν πενθημιμερές. τὸ ια΄ ὅμοιον τῷ β΄ τῆς στροφῆς. τὸ ιβ΄ δακτυλικὸν τρίμετρον καταληκτικόν. τὸ ιγ΄ προσοδιακὸν ἀπὸ χοριάμβου. τὸ ιδ΄ Στησιχόρειον.[*]()