Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. βωμοὺς ἕξ: Ἡρόδωρός φησι τὸν Ἡρακλέα ἐν [*]()
1.142
Ὀλυμπίᾳ ἱδρύσασθαι δώδεκα θεῶν ἀγάλματα, συμβώμους δὲ αὐτοὺς ποιῆσαι ἓξ βωμοὺς κατασκεύασαντα.c. ἄλλως· Ὀλυμπίασι βωμοί εἰσιν ἓξ δίδυμοι τοῖς δώδεκα θεοῖς ἀνιδρυμένοι, ἑνὸς ἑκάστου βωμοῦ δύο θεοῖς καθωσιωμένου· πρῶτος Διὸς καὶ Ποσειδῶνος· δεύτερος Ἥρας καὶ Ἀθηνᾶς· τρίτος Ἑρμοῦ καὶ Ἀπόλλωνος· τέταρτος Χαρίτων καὶ Διονύσου· πέμπτος Ἀρτέμιδος καὶ Ἀλφειοῦ· ἕκτος Κρόνου καὶ Ῥέας· ὥς φησιν Ἡρόδωρος.[*]()
[*]()a. ἀέθλων τε πεμπαμέροις: ὅτι πεμπάμερος ἢ πενθήμερος ὁ ἀγὼν λέγεται· πρὸς γὰρ ε΄ ἡμέρας ἄγεται, ἀπὸ ια΄ ἀρχόμενος καὶ λήγων εἰς ιε΄· καὶ στεφάνους ἔχει κη΄, οἷς στεφανοῦσι τοὺς νικῶντας.