Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἔσαναν: ἐχάρησαν. ἡ μεταφορὰ ἀπὸ τῶν σαινόντων κυνῶν τοὺς ἰδίους δεσπότας.

c. ξείνων δ᾿ εὖ πρασσόντων: ξείνων, φίλων. [*]()

d. ἔσαναν ἀντὶ τοῦ ἐχάρησαν, ἀπὸ τῶν σαινόντων ζώων. [*]()

e. ἤτοι δὲ τὸ ἑξῆς· προσέσαναν τὴν ἀγγελίαν· ἢ, πρὸς τὴν ἀγγελίαν ἔσαναν καὶ ἐχάρησαν.

f. ἡ δὲ διάνοια· πρὸς τὴν τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν ἐχάρησαν οἱ ἀγαθοί.

g. ἢ οὕτω· τὴν δὲ τῶν εὖ πρασσόντων φίλων ἀγγελίαν γλυκεῖαν οὖσαν ἱλαρῶς οἱ ἀγαθοὶ φίλοι προσδέχονται. | τοῦτο [*]() δὲ ὡς πρὸς ἑαυτόν.

h. ὁ χορὸς ἥδεται ἐπὶ τῇ τοῦ νενικηκότος εὐπραγίᾳ, | ὡς ἂν γνωρίμου.

i. ἔσαναν· ἐχάρησαν. [*]()

k. ὁ δὲ νοῦς· τῶν γὰρ φίλων εὐδαιμονούντων εὐθέως οἱ γνήσιοι καὶ ἀγαθοὶ ἑταῖροι ἥσθησαν ὑπὸ τῶν γλυκειῶν ἀγγελιῶν μαθόντες.[*]()

1.132

[*]()a. ἵππον: ἀλλ᾿ ὦ Ζεῦ ὃς τὴν Αἴτναν ἔχεις τὴν παγίδα τὴν ἀνεμόεσσαν (Αἴτνα δὲ πόλις καὶ ὄρος Σικελίας), ὅπου κολάζεται ὁ Τυφὼν ὁ ἑκατὸν ἔχων κεφαλάς.

[*]()b. γράφεται καὶ ἵππον. ἔστι δὲ ὄνομα ὄρους.

[*]()c. ἶπον ἀνεμόεσσαν: ὁ μὲν Πίνδαρος τῷ Τυφῶνι ἐπικεῖσθαί φησι τὴν Αἴτνην, ὁ δὲ Καλλίμαχος τῷ Ἐγκελάδῳ, [*]() | οὕτως (fr. 382)· τριγλώχιν ὀλοῷ νῆσος ἐπ᾿ Ἐγκελάδῳ. [*]() | ἔνιοι δὲ ἐν Πιθηκούσαις φασὶ τὸν Τυφῶνα, ἄλλοι ἐν Φρυγίᾳ, οἱ δὲ ἐν Σικελίᾳ, οἱ δὲ ἐν Αἰγύπτῳ, ὡς Ἡρόδοτος (ΙΙΙ, 5), οἱ δὲ ἐν τῷ ὄρει τῷ κατὰ Βοιωτίαν.

[*]()a. δέξαι: τοῦτον τὸν κῶμον καὶ ὕμνον δέξαι ὄντα Ὀλυμπιονίκην· ἐπειδὴ εἰς τὸν νικήσαντα λέγεται. δέξαι δὲ ἡδέως καὶ κεχαρμένως.