Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. παράδειγμα δὲ τοῦ δεῖν τῇ πείρᾳ τἀληθὲς ἐξετάζειν τὸν Ἐργῖνον παρέλαβεν τὸν Μινυῶν βασιλέα, ἀγωνιζόμενον ἐν τῷ ἐπιταφίῳ ἀγῶνι Θόαντος μετὰ τῶν Ἀργοναυτῶν. γέλωτας δὲ κινῶν ἐπὶ τῷ παρ᾿ ἡλικίαν ἀθλεῖν αὐτὸν, αὐτῇ τῇ πείρᾳ τοῦ ἀγῶνος ἔδειξε νικήσας ὡς εἶχεν ἰσχύος. ἐνίκησε δὲ τοὺς Βορεάδας.

e. ἐλθόντων γὰρ εἰς τὴν Λῆμνον τῶν Ἀργοναυτῶν δοκεῖ Ὑψιπύλη ἡ Θόαντος θυγάτηρ θεῖναι τὸν γυμνικὸν ἀγῶνα, καὶ ὁ Ἐργῖνος ἠγωνίσατο· ὡς δὲ γελώμενος ὑπὸ τῶν Λημνιάδων ὅτι πολιὸς ὢν νέοις ἐσπούδασε διαγωνίσασθαι ἐνίκησε φύσει πολιὸς ὑπάρχων. ὅθεν δῆλον ὡς καὶ αὐτὸς ὁ Ψαῦμις ἤδη πολιὸς ὢν ἐνίκησεν.