Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς, ὡς παρ᾿ Ὁμήρῳ (Γ 376)· κεινὴ δὲ τρυφάλεια, ἵν᾿ ᾖ κενή. κενὸς γὰρ ἂν εἴην, εἰ διώκοιμι πρόσω τῶν Ἡρακλείων στηλῶν, ὧν ὕπερ ἄγαν.[*]()

[*]()b. γράφε κεῖνος εἴην, ὁ τῶν δυνατῶν ἐφιέμενος

1.127
| καὶ μὴ ἀδυνάτων ἐρῶν. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς[*]() εἴην, ἵν᾿ ᾖ, ἐὰν διώξω τὰ ἀδύνατα, κεινὸς εἴην, οἷον ἄφρων, ὡς ἀδυνάτων ἐφιέμενος.

c. ἄλλως· περὶ τοῦ κεινὸς εἴην ἐπιστήσας τις λογικὸς [*]() καὶ εὑρὼν ὅτι τὰ εὐκτικὰ τῶν ῥημάτων, ὅτε μὲν κυρίως εὐκτικά εἰσι καὶ εὐχὴν περιέχουσιν, ἄνευ συνδέσμου τινὸς προφέρονται, τοῦ ἄν δηλαδὴ ἢ τοῦ εἴ ἢ ἑτέρου ὑποτακτικοῦ μορίου, ὁπηνίκα δὲ ἀντὶ ὑποτακτικῶν λαμβάνονται, τὰ εἰρημένα μόρια συμπροφερόμενα ἔχουσι, τὸ κεινός ὥσπερ διορθούμενος κεῖνος ἔγραψεν, ἵν᾿ οὕτως εὐκτικῶς τὸ εἴην ἀποδοθῇ καὶ ἀναχθῇ τὸ νόημα πρὸς τὸν Θήρωνα, εὐχομένου δηλαδὴ τοῦ ποιητοῦ τὸ γενέσθαι κατὰ Θήρωνα καὶ μὴ πλέον τι. καλῶς μὲν οὖν ὁ ἀνὴρ ἐπεστάτησεν ὡς ἐπήβολος ἄριστος τῆς γραμματικῆς τέχνης· τοῦτο δὲ μόνον ἠγνόησεν, ὅτι ἡ γραμματικὴ ἐπὶ μόνῃ τῇ κοινῇ διαλέκτῳ τὸ κράτος ἔχει καὶ δι᾿ αὐτὴν συνεστάθη. πρὸς γὰρ τὰς ἄλλας, τὴν Δωρίδα φημὶ καὶ Αἰολίδα καὶ Ἀττικὴν καὶ Ἰάδα, λίαν ἔχει ἀσυντελῶς. διὰ τοῦτο ἐπὶ μὲν τῆς κοινῆς κανόνας ἀπαιτούμεθα, ἐπὶ δὲ τῶν ἄλλων μόνα ἰδιώματα, οἷον, τόδε ἰδίωμα Δωριέων καὶ τόδε Ἀττικῶν. ἰστέον οὖν ὅτι τὸ κεινὸς εἴην Δωρικῶς κείμενον παρὰ τῷ Πινδάρῳ ἐστὶν, ὃς τὰ πλείω Δωριστὶ γράφει. οἱ δὲ Δωριεῖς ὀλιγοφραδεῖς καὶ συλληπτικοὶ, ὡς δῆλον ἀπὸ τοῦ χρή καὶ χρῆν, ὧν τὸ μὲν χρή ἀπὸ τοῦ χρεών ἐστι, συντεθέν· διὸ καὶ τοῦ ἐστί τὸν τόνον ἔχει· τὸ δὲ χρῆν· ἀπὸ τοῦ χρεὼν ἦν· διὸ καὶ περισπᾶται. εἴπῃς οὖν καὶ τὸ εἴην ἄν συλληπτικῶς καὶ Δωρικῶς, ὡς τῆς συλλαβῆς τῆς -ην- ἐπελθούσης τῇ ἄν καὶ ἀρκούσης καθ᾿ ἑαυτῆς καὶ τοῦ συνδέσμου παρὰ τῷ Δωριεῖ.

τέλος θεοξενίων. [*]()

1.128

[*]() Ψαύμιδι Καμαριναίῳ ἅρματι.[*]()

[*]() Ψαύμιδι Καμαριναίῳ ἵπποις.

[*]() Ψαύμιδι Καμαριναίῳ ἵπποις νικήσαντι τὴν ὀγδοηκοστὴν δευτέραν Ὀλυμπιάδα τεθρίππῳ, παιδὶ Ἄκρωνος.[*]()[*]()

b. Καμάρινα δὲ πόλις Σικελίας.[*]()

[*]() τοῦ δ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ἐστὶ ιε΄.

τὸ α΄ ἀνακλώμενον ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ β΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἰθυφαλλικόν. τὸ δ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον τῆς α΄ μακρᾶς ἀναλυομένης. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἀδιαφόρου τῆς ἀρχούσης. Τὸ ς΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ζ΄ λογαοιδικὸν ἐξ ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ Φερεκράτειον λεῖπον τῇ τελευταίᾳ συλλαβῇ. τὸ θ΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ι΄ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον. τὸ ια΄ τροχαικὸν δίμετρον ἀκατάληκτον διαλυθέντων τῶν ποδῶν. τὸ ιβ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιγ΄ ἰωνικὸν δίμετρον βραχυκατάληκτον τῆς ἀρχούσης ἀδιαφόρου. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον· ἢ ἰωνικὸν τῆς α΄ ἀδιαφόρου οὔσης, διὰ τὴν ἀντίστροφον. τὸ ιε΄ ἰαμβικὸν πενθημιμερές.

1.129

ἡ δὲ ἐπῳδὸς κώλων ιβ΄. τὸ α΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ β΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δ΄ προσοδιακὸν τῆς -κεοι- συνῃρημένης. τὸ ε΄ δίμετρον ὑπερκατάληκτον ἐπιχοριαμβικὸν, ἀπὸ τροχαίου ἀναλυομένου. τὸ ς΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ δακτυλικὸν τρίμετρον καταληκτικὸν, ἢ προσοδιακὸν τοῦ ἰωνικοῦ β΄ ὄντος. τὸ η΄ περίοδος, διπλοῦς ἴαμβος. τὸ θ΄ περίοδος τροχαϊκὴ ἀπὸ ἰάμβου καταληκτικοῦ. τὸ ι΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ια΄ τροχαϊκὸν ἐπίτριτον τοῦ α΄ ποδὸς ἀναλυομένου. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.[*]()

Ψαύμιδι: ὁ Ψαῦμις ἐνίκησε τὴν πβ΄ Ὀλυμπιάδα τεθρίππῳ. [*]() ἦν δὲ Σικελὸς ἀπὸ Καμαρίνης πόλεως, ᾗ ὁμώνυμος καὶ λίμνη.[*]()

a. Ἐλατὴρ ὑπέρτατε: ἰδίως οἱ νεώτεροι τὴν βροντὴν [*]() ὄχημα καὶ ἵππον τοῦ Διὸς ὑποτίθενται.

b. ὁ δὲ λόγος· ὑπέρτατε βροντᾶς ἐλατὴρ Ζεῦ· οἷον ἡνίοχε. ἀκαμαντόποδος δὲ, μὴ καμνούσης τοὺς πόδας. ἀκοπιάστου καὶ στερρόποδος.

c. Ἐλατὴρ ὑπέρτατε βροντᾶς: ἐπειδὴ ὁ ἀγὼν [*]()

1.130
Ὀλυμπιακὸς, τοῦτον δὲ ὁ Ψαῦμις ἐνίκησεν, εἰκότως ἐξ αὐτοῦ τοῦ Διὸς ποιεῖται τὸ προοίμιον τοῦ ἐπινίκου.