Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς, ὡς παρ᾿ Ὁμήρῳ (Γ 376)· κεινὴ δὲ τρυφάλεια, ἵν᾿ ᾖ κενή. κενὸς γὰρ ἂν εἴην, εἰ διώκοιμι πρόσω τῶν Ἡρακλείων στηλῶν, ὧν ὕπερ ἄγαν.[*]()

[*]()b. γράφε κεῖνος εἴην, ὁ τῶν δυνατῶν ἐφιέμενος

1.127
| καὶ μὴ ἀδυνάτων ἐρῶν. ἔνιοι δὲ ἀναγινώσκουσι κεινὸς[*]() εἴην, ἵν᾿ ᾖ, ἐὰν διώξω τὰ ἀδύνατα, κεινὸς εἴην, οἷον ἄφρων, ὡς ἀδυνάτων ἐφιέμενος.

c. ἄλλως· περὶ τοῦ κεινὸς εἴην ἐπιστήσας τις λογικὸς [*]() καὶ εὑρὼν ὅτι τὰ εὐκτικὰ τῶν ῥημάτων, ὅτε μὲν κυρίως εὐκτικά εἰσι καὶ εὐχὴν περιέχουσιν, ἄνευ συνδέσμου τινὸς προφέρονται, τοῦ ἄν δηλαδὴ ἢ τοῦ εἴ ἢ ἑτέρου ὑποτακτικοῦ μορίου, ὁπηνίκα δὲ ἀντὶ ὑποτακτικῶν λαμβάνονται, τὰ εἰρημένα μόρια συμπροφερόμενα ἔχουσι, τὸ κεινός ὥσπερ διορθούμενος κεῖνος ἔγραψεν, ἵν᾿ οὕτως εὐκτικῶς τὸ εἴην ἀποδοθῇ καὶ ἀναχθῇ τὸ νόημα πρὸς τὸν Θήρωνα, εὐχομένου δηλαδὴ τοῦ ποιητοῦ τὸ γενέσθαι κατὰ Θήρωνα καὶ μὴ πλέον τι. καλῶς μὲν οὖν ὁ ἀνὴρ ἐπεστάτησεν ὡς ἐπήβολος ἄριστος τῆς γραμματικῆς τέχνης· τοῦτο δὲ μόνον ἠγνόησεν, ὅτι ἡ γραμματικὴ ἐπὶ μόνῃ τῇ κοινῇ διαλέκτῳ τὸ κράτος ἔχει καὶ δι᾿ αὐτὴν συνεστάθη. πρὸς γὰρ τὰς ἄλλας, τὴν Δωρίδα φημὶ καὶ Αἰολίδα καὶ Ἀττικὴν καὶ Ἰάδα, λίαν ἔχει ἀσυντελῶς. διὰ τοῦτο ἐπὶ μὲν τῆς κοινῆς κανόνας ἀπαιτούμεθα, ἐπὶ δὲ τῶν ἄλλων μόνα ἰδιώματα, οἷον, τόδε ἰδίωμα Δωριέων καὶ τόδε Ἀττικῶν. ἰστέον οὖν ὅτι τὸ κεινὸς εἴην Δωρικῶς κείμενον παρὰ τῷ Πινδάρῳ ἐστὶν, ὃς τὰ πλείω Δωριστὶ γράφει. οἱ δὲ Δωριεῖς ὀλιγοφραδεῖς καὶ συλληπτικοὶ, ὡς δῆλον ἀπὸ τοῦ χρή καὶ χρῆν, ὧν τὸ μὲν χρή ἀπὸ τοῦ χρεών ἐστι, συντεθέν· διὸ καὶ τοῦ ἐστί τὸν τόνον ἔχει· τὸ δὲ χρῆν· ἀπὸ τοῦ χρεὼν ἦν· διὸ καὶ περισπᾶται. εἴπῃς οὖν καὶ τὸ εἴην ἄν συλληπτικῶς καὶ Δωρικῶς, ὡς τῆς συλλαβῆς τῆς -ην- ἐπελθούσης τῇ ἄν καὶ ἀρκούσης καθ᾿ ἑαυτῆς καὶ τοῦ συνδέσμου παρὰ τῷ Δωριεῖ.

τέλος θεοξενίων. [*]()