Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. πρὸς ἐσχατιάν: μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχάτου [*]() τέλους τῆς ἀνθρωπίνης ἀρετῆς ἐρχόμενος.[*]()

c. πρὸς ἐσχατιὰν ἀρεταῖσιν: εἰς ἄκρον ἥκει ἀρετῆς [*]() τοῦ Ὀλυμπιακοῦ ἀγῶνος στεφάνου τετυχηκώς.[*]()

ἀρεταῖσιν ἱκάνων: ἀντὶ τοῦ οὐκ ἔστι τούτων [*]() ἀρετὴ περαιτέρω, οὐδὲ τῶν στηλῶν τῶν Ἡρακλείων γῆ περαιτέρω. τοῦτο δὲ φανερόν ἐστι καὶ σοφοῖς καὶ οὐ σοφοῖς· ὁ μὲν γὰρ σοφὸς εἰδὼς οὐκ ἐθελήσει περᾶν, ὁ δὲ

1.126
ἄφρων, κἂν τολμήσῃ, τῆς ἐλπίδος στερήσεται· ὥστε πᾶσιν ἀδύνατον εἶναι.

[*]()a. οἴκοθεν: διὰ τῶν οἰκείων ἀρετῶν.

b. τὸ πόρσω: τὸ ἐπέκεινα τῆς στήλης.

c. ἄλλως· τὸ δὲ περαιτέρω τῶν Ἡρακλέους στηλῶν χωρεῖν οὔτε σοφὸς οὔτε μὴ σοφὸς [*]() | ζητήσειεν ἄν· ἀλλ᾿ οὐδὲ αὐτὸς ἐγὼ τὸ τοιοῦτον διώξω· εἴην γὰρ ἂν κενός τις καὶ ἀπαίδευτος.[*]()

[*]()d. [Ἡρακλέος στηλᾶν:] ὁ Ἡρακλῆς ἡνίκα ἐπὶ τὰς Γηρυόνου βοῦς εἰς τὴν Ἐρύθειαν λεγομένην νῆσον πρὸς τῷ Ὠκεανῷ παρεγένετο, πᾶσαν διεξελθὼν τὴν πλεομένην θάλασσαν, ἐβούλετο προσωτέρω χωρεῖν· εἶτα χάος εὑρὼν καὶ ζόφον ἔστησε στήλας, δι᾿ ὧν ἐμήνυσε τὸ τέλος τῆς θαλάσσης, ὡς μηδὲν εἶναι περαιτέρω πλωτόν. πρὸς τοῦτο οὖν ἡ διάνοια ἀποδίδοται, ὅτι ὁ νικήσας Ὀλύμπια μηδὲν ζητείτω πλέον· ἔχει γὰρ τὸ τέλος τῆς εὐδαιμονίας, ὥσπερ τὸ τέλος τῆς θαλάσσης αἱ Ἡρακλέους στῆλαι.

e. ἐν τόπῳ Γαδείροις.[*]()

[*]()f. τὸ πόρσω: τὸ ἐπιπόρρω τούτων φησὶν ἄβατον εἶναι καὶ πᾶσιν ἀνέφικτον καὶ σοφοῖς καὶ ἀσόφοις.