Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, [*]() τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων.

d. ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων [*]() στοιχείων διαφέρει καὶ ὁ χρυσὸς τοῦ πλούτου, νῦν γε ὁ Θήρων πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς νίκης ἱκάνων ἅπτεται ταῖς οἴκοθεν ἀρεταῖς τῶν Ἡρακλέους στηλῶν.[*]()

e. καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις. [*]() οὐδαμῶς οὖν αὐτὸ, τὸ πόρσω, διώξω καὶ τούτου μεῖζον ζητήσω, τοῦ Ὀλυμπιακοῦ ἀγῶνος.[*]()

a. νῦν δέ: ἀντὶ τοῦ νῦν ἤδη. παρατηρητέον δὲ [*]() ὅτι οὐδὲν ἀτύχημα γέγονε περὶ τὸν οἶκον Θήρωνος.

b. πρὸς ἐσχατιάν: μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχάτου [*]() τέλους τῆς ἀνθρωπίνης ἀρετῆς ἐρχόμενος.[*]()

c. πρὸς ἐσχατιὰν ἀρεταῖσιν: εἰς ἄκρον ἥκει ἀρετῆς [*]() τοῦ Ὀλυμπιακοῦ ἀγῶνος στεφάνου τετυχηκώς.[*]()