Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ταῖς γινομέναις [οὖν] θυσίαις τοῖς Διοσκούροις ὑπ᾿ αὐτῶν ὡς εὐσεβῶν ὄντων.

c. ἀγαθῇ [οὖν] γνώμῃ καὶ συνειδήσει οἱ Ἐμμενίδαι τὰς θυσίας ἀεὶ πληροῦσιν.

[*]()d. ἐποίχονται: ἀντὶ τοῦ περιέπουσι, τιμῶσιν.

e. οἱ Ἐμμενίδαι.

[*]()a. τελετάς: ἢ τῶν Διοσκούρων ἢ πάντων τῶν θεῶν.

b. τελετὰς δὲ νῦν τὰς ἑορτάς· οὐ γὰρ τὰ ὄργια.

[*]()a. εἰ δ᾿ ἀριστεύει μέν: εἰ ταῦτά, φησι, ἀνεπίληπτα καὶ φανερὰ, ὅτι τὸ μὲν ὕδωρ ἄριστόν ἐστι, τῶν δὲ ἄλλων κτεάνων ὁ χρυσὸς, καὶ τὸ περὶ τοῦ Θήρωνος λεγόμενον σαφές ἐστιν, ὅτι τοῦ Ὀλυμπικοῦ τετυχηκὼς στεφάνου νῦν

1.125
ἐξ οἴκου ἅπτεται πρὸς αὐτὴν ἤδη τὴν ἐσχατιὰν μέχρι τῶν τοῦ Ἡρακλέος στηλῶν. ἀλληγορικῶς δὲ βούλεται εἰπεῖν ὅτι ἐπ᾿ ἄκρον τῆς ἀρετῆς ἐλήλυθεν.

b. εἰ δ᾿ ἀριστεύει μὲν ὕδωρ: εἰ δὲ τὸ ὕδωρ μὲν [*]() τῶν λοιπῶν στοιχείων προτετίμηται καὶ τοῦ πλούτου ὁ χρυσὸς καὶ τῶν ἀγώνων ὁ Ὀλυμπιακὸς, δῆλόν ἐστιν ὅτι πρὸς τὸ τέλειον τῆς ἀρετῆς ὁ Θήρων παρεγένετο νικήσας καὶ αὐταῖς τρόπον τινὰ ταῖς τοῦ Ἡρακλέος στήλαις προσεπέλασεν.

c. ἄλλως· καθολικῶς πάντων εἰπών. ὥσπερ οὖν, φησι, [*]() τὸ ὕδωρ ἀριστεύει τῶν πάντων, οὕτω καὶ Θήρων ἀριστεύει τῶν ἀνθρώπων.

d. ἄλλως· εἰ δὲ τὸ ὕδωρ τῶν ἄλλων [*]() στοιχείων διαφέρει καὶ ὁ χρυσὸς τοῦ πλούτου, νῦν γε ὁ Θήρων πρὸς τὸ ἔσχατον καὶ ἄκρον τῆς νίκης ἱκάνων ἅπτεται ταῖς οἴκοθεν ἀρεταῖς τῶν Ἡρακλέους στηλῶν.[*]()

e. καὶ τὸ πόρσω ἐστὶ βροτοῖς σοφοῖς ἄβατον καὶ ἀσόφοις. [*]() οὐδαμῶς οὖν αὐτὸ, τὸ πόρσω, διώξω καὶ τούτου μεῖζον ζητήσω, τοῦ Ὀλυμπιακοῦ ἀγῶνος.[*]()

a. νῦν δέ: ἀντὶ τοῦ νῦν ἤδη. παρατηρητέον δὲ [*]() ὅτι οὐδὲν ἀτύχημα γέγονε περὶ τὸν οἶκον Θήρωνος.

b. πρὸς ἐσχατιάν: μέχρι τοῦ ἐφικτοῦ καὶ τοῦ ἐσχάτου [*]() τέλους τῆς ἀνθρωπίνης ἀρετῆς ἐρχόμενος.[*]()